1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

170

ἦν, παρ' ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει· «ἀκούσατε οἶκος ∆αβίδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ». 7.1.34 ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸν τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχεν τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν· «οὐκ αὔταρκες ὑμῖν», φησί, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν καὶ «ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ' ἤδη» καὶ τὸν θεόν μου κοποῦτε, καὶ «ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;» οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν. 7.1.35 ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεόν, ἀλλ' οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας «θεόν μου» τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ' οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο. 7.1.36 τίς δ' ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, ἢ τὸ εἰς ἀνθρώπων γένεσιν ἐλθεῖν; κατὰ μὲν ἡμᾶς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ «παρθένου» γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ «νεάνιδος». εὕροις δ' ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογου μένως παρθένον «νεᾶνιν» προσηγορευμένην· τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην ὑφ' ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι. 7.1.37 Ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν γνῶναι πονηρά, καὶ «ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ ἀλλ' ἐν τῇ τοῦ παιδίου. 7.1.38 διὸ εἴρηται· «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», δι' ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ «μεθ' ἡμῶν» ὑπάρχων «θεός». 7.1.39 διὸ καὶ τὸ περὶ αὐτοῦ «σημεῖον» «βάθος» ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ «ὕψος»· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν. 7.1.40 τίς δ' ἂν εἴη ὁ «μεθ' ἡμῶν θεὸς» ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος, ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι' ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ' ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἱ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ' οὔτε ὁ «μεθ' ἡμῶν θεὸς» Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ' αὐτῷ· ἀλλ' οὐδὲ «ἀγὼν» ἢ «μόχθος» τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν. καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας· 7.1.41 ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο, ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ δεῖ ἐφ' ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ' ἔστιν τοῦ γεγονότος «μεθ' ἡμῶν θεοῦ», ἐγένετο γενέσεως καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, εἰς ἀνθρώπους ἐπιδημίας. 7.1.42 τῶν γὰρ δυεῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπών· «καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων». ὃ καὶ αὐτὸ ῥητῶς ἂν καὶ κατὰ λέξιν οὕτως ἀποδοθείη· κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς Συρίας ὁ ἐν ∆αμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ οὐχ ὁ ἐν Ἱερουσαλὴμ ἀλλ' ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου, συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις ∆αβὶδ βασιλευομένους ἐπολιόρκουν. 7.1.43 τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα,