170
3.1.59 ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύ χωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος, κἂν ἐν πηγαῖς κατάσχῃ, τῷ τῆς διδασκαλίας χαρίσματι μετ' ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα, ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνα τροπὴν θολεράν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν, ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς εὐαγγέλιον, πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς, πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ, ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ' ἑαυτοῦ καθιδρυμένον βαστάζων), 3.1.60 ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ θεοῦ συντελέσαντα, εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ' ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ' ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιω θέντα πίστεως, ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται, δι' ἧς γεννᾶται <ἐν> τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται), τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος, ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ' ἡμέραν 3.1.61 αὐτῇ μόνῃ προσχαιρομένῳ. εὐφραίνεται γὰρ ὁ κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις, καὶ ὁ χρηστὸς πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. τούτων δὲ παρ' ἡμῶν ἐν ἐπιδρομῇ ῥηθέντων ὁ φιλόπονος ἀναγνοὺς τῆς θείας γραφῆς τὰ ἐδάφη προσ αρμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα, δοκιμάσας εἰ μὴ παρὰ πολὺ κρεῖττόν ἐστι πρὸς τοῦτο βλέπειν οἴεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχείρως ὑπο 3.1.62 νοούμενον. οὐ γὰρ ἔστι δυνατὸν τὴν τοῦ Ἰωάννου θεολο γίαν ἀληθῆ νομισθῆναι τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ λόγου ὑμνήσασαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας μετ' αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. οὐκέτι γὰρ δι' ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται. 3.1.63 Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται ὅς φησι Νῦν οὖν υἱὲ ἄκουσόν μου, καὶ Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ὁδοὺς δηλαδὴ λέγων τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν 3.1.64 ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτίσις. τίς τοίνυν πρὸς τὴν θείαν βλέπων γραφὴν οὐκ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται; ἀσεβεῖς μέν, ὅτι τὴν ἄρρητον τοῦ μονογενοῦς θεοῦ δόξαν, ὅσον ἐπ' αὐτοῖς, καθελόντες τῇ κτίσει συνάπτουσιν, ἓν τῶν παρ' αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλονεικοῦντες τὸν κύριον, οὗ μονογενές ἐστι κατὰ πάντων τὸ κράτος· συκοφάντας δέ, ὅτι μηδεμίαν αὐτοῖς τῆς γραφῆς πρὸς τὰς τοιαύτας ὑπο λήψεις ἀφορμὴν παρασχομένης, ὡς ἐκεῖθεν ἐπαγόμενοι τὴν 3.1.65 μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται. ἐπεὶ οὖν παρ' οὐδενὸς ἔχουσι τῶν ἁγίων ἐπιδεῖξαί τινα φωνὴν ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ δόξαν μετὰ τῆς ὑποχειρίου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχοι τούτων ἡμῖν ἀπο δειχθέντων ἤδη προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνοματικὰς ταύτας τεχνολογίας παρωσαμένους, δι' ὧν συναρ μόζουσι 20τὸ κτίσμα τῷ κτίσαντι καὶ τὸ ποίημα τῷ ποιήσαντι20, ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρανῶν εὐαγγέλιον, υἱὸν ἀγαπητόν, οὐ νόθον οὐδὲ ὑπόβλητον, τῇ δὲ τοῦ υἱοῦ φωνῇ πᾶσαν τὴν φυσικὴν οἰκειότητα συμπαρα δεξαμένους θεὸν ἀληθινὸν τὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ λέγειν καὶ τὰ πάντα ὡσαύτως ἐπ' αὐτοῦ πιστεύειν, ὅσα ἐν τῷ πατρὶ καθορᾶται, διότι ἕν εἰσι καὶ ἐν τῷ ἑτέρῳ νοεῖται τὸ ἕτερον, οὐχ ὑπερπῖπτον, οὐκ ἐλαττούμενον, οὐ κατά τινα θεοπρεπῆ τε καὶ ἀγαθὸν χαρακτῆρα παρηλ λαγμένον ἢ ἀλλοιούμενον. 3.1.66