171
αὐτοὺς μὲν τοὺς κατ' ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου φησίν, τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου «μεθ' ἡμῶν θεοῦ» γενέσεως. 7.1.44 ἐπίστησον τοίνυν, πότε ἡ ∆αμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη ∆αμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα. 7.1.45 ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι εἰκὸς καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρὴ περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δ' ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν ∆αμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ' ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχεν τὸ λόγιον φῆσαν «καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν», τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων. 7.1.46 ὁ γοῦν Σύμμαχός φησιν· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ' ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», καὶ ὁ Ἀκύλας· «ἐγκαταλειφθήσεται ἡ χθών, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», 7.1.47 καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσεν τὸν τρόπον· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς». 7.1.48 ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν ∆αμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς, οἱ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν «ἐσίκχαινεν», ἢ «ἐβδελύσσετο», ἀποκάμνων ἢ «ἐγκακῶν» ἀπ' αὐτῆς. πότ' οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν «μεθ' ἡμῶν θεόν». 7.1.49 καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν, ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς ∆αμασκοῦ συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον· μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως ∆αμασκηνῶν. καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενεν βασιλεία· οὐ γὰρ ἀπὸ γένους ∆αβὶδ ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης καὶ οἱ μετ' αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι. 7.1.50 μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ «ἀπὸ προσώπου τῶν δυεῖν βασιλέων»· ἐξ ἐκείνου γάρ, τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης, λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας. 7.1.51 Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἁπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει, τῆς τὸν γεννηθέντα θεὸν αὐτὸν δὴ τὸν Ἐμμανουὴλ παραδεξαμένης. ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος, οἱ πρὶν ἀποπεφεύγασιν πολέμιοι, οἱ δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις, καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν. 7.1.52 τούτων δ' οὖν ἔφερον οἱ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν ∆αμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ' ἕτερος τῶν ἀποστάντων τῆς Ἱερουσαλήμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας. 7.1.53 ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει, μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, δι' ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ