171
Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖν αὐτὸν υἱὸν ὀνομάζεσθαι, πάλιν δὲ διὰ τὸ κτισθῆναι μηκέτι υἱόν, ἀλλὰ ποίημα λέγεσθαι, προσήκειν οἶμαι τὸν νουνεχῶς καὶ ἐπιστατικῶς ἐπαΐοντα, ἐπειδὴ οὐκ ἐνδέχεται δύο μαχο μένων ἀλλήλοις λόγων κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβές τε καὶ βλάσφημον, τὸ κατὰ τὸ 20κτίσμα20 λέγω καὶ 20ποίημα20, θέσθαι δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι, τῷ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ θεῷ τὴν τοῦ υἱοῦ προσηγορίαν, ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς 3.1.67 ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν σύστασιν. λέγω δὲ πάλιν ἀναλαβὼν ὃν ἐξ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον. 20γεννητὸν ὄντα20, φησί, 20τὸν υἱὸν καὶ γέννημα λέ γειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοι αύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τέως μὲν οὖν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων τούτου μεμνήσθω, ὅτι τὴν 20γεννηθεῖσαν οὐσίαν20 ἐπὶ τοῦ μονο γενοῦς εἰπὼν ἔδωκεν ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τοῦ πα τρὸς τὴν μὴ γεννηθεῖσαν λέγειν, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν ἀντ' οὐσίας παραλαμβάνεσθαι, ἀλλ' ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὸ γεννηθῆναι αὐτὴν ἢ μὴ γεννηθῆναι διὰ τῶν ἐπιθεωρου 3.1.68 μένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. οὐσίαν γεγεννῆσθαι λέγει, υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. ἀλλ' ἐν τούτοις ὁ παρ' ἡμῶν λόγος διὰ δύο τὸν ἐναντίον ἐλέγξει λόγον, ἑνὸς μὲν τῆς κακουργίας τὴν ἐπιχείρησιν, ἑτέρου δὲ τῆς καθ' ἡμῶν ἐπιχειρήσεως τὴν ἀτονίαν. κακουργεῖ μὲν γὰρ γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεν νήτῳ πρὸς ἑτερότητα φύσεως διεσχισμένας. ἐλέγχεται δὲ τὸ τῆς ἐπιχειρήσεως ἄτονον δι' αὐτῶν ὧν ἡ κακουργία 3.1.69 κατασκευάζεται. ὁ γὰρ γεγεννῆσθαι τὴν οὐσίαν εἰπὼν ἕτε ρόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορί ζεται, ὡς μὴ ἂν τὸ σημαινόμενον τῆς γεννήσεως τῷ τῆς οὐσίας ἐφαρμοσθῆναι λόγῳ. οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατε σκεύασε, τοῦτο καὶ ἐν τῷ μέρει τούτῳ πεποίηκεν, ὥστε αὐτὴν εἰπεῖν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ' ἑκατέρας φωνῆς τοῖς ἀκούουσιν ἐγγενέσθαι τὴν ἔννοιαν, ἄλλο γάρ τι νόημα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν διὰ τῶν 3.1.70 ὑποδειγμάτων ὁ λόγος. εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος ὅτι προσεγγιζούσης τῆς ὠδῖνος ἐν λύπῃ γίνεται ἡ γυνή, μετὰ ταῦτα δὲ χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὡς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ εὐαγγελίου μανθάνομεν, ἓν μὲν τὸν τόκον ὃν διὰ τῆς γεννήσεως ἐνοήσαμεν, ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον (οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος), οὕτω καὶ ἐνταῦθα τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος τῷ μὲν προ άγοντι ῥήματι τὸ ἔκ τινος ἐδιδάχθημεν, τῷ δὲ ἐφεξῆς αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τοῦ τινός ἐστιν ἡ ὑπό 3.1.71 στασις. εἰ οὖν ἄλλο μέν ἐστιν τῆς οὐσίας τὸ σημαινόμενον, ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, δια πέπτωκεν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστράκινα σκεύη ἀλλήλοις προσαραχθέντα καὶ δι' ἀλλήλων διατρυφθέντα. οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ υἱοῦ καὶ τοῦ πατρὸς οὐσίας μεταφέρουσι συμμεταφέρειν ἐπὶ τὰ πράγματα τὴν 3.1.72 πρὸς ἄλληλα τῶν ὀνομάτων μάχην. ὁμολογηθέντος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὼς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἑρμηνεύει διάνοιαν, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες οὐ ταὐτὸν ἐνοή σαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ' ἴδιον ἐφ' ἑκατέρου τῶν ὀνομάτων ἐδεξάμεθα νόημα, οὐκέτι χώραν ἕξει πάντως ἡ αἵρεσις