1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

172

μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ' Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, ... τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ «δάμαλιν βοῶν καὶ δύο πρόβατα» θρέψειν, καὶ ἄλλα τινὰ καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι, οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα. 7.1.54 Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ παροῦσα γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινεν τὸν τρόπον, μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτήν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς ∆αβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 7.1.55 αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός». 7.1.56 οὕτω δὴ καθ' ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης. Ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ' ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουήλ, φέρε κατανοήσωμεν. 7.1.57 «συριεῖ», φησίν, «κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· καὶ ἐλεύσονται καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ. 7.1.58 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. 7.1.59 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.» 7.1.60 Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας, ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. «συριεῖ», φησίν, «κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων», 7.1.61 ταῖς μὲν προτέραις, εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις, τῇ δὲ μελίσσῃ, ζῴῳ κέντρον ἐπιφερομένῳ βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους. 7.1.62 ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, «κατευθύνοντες» γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται, κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων, τῆς Ἰουδαίας ἁπάσης ἐπικρατήσειν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, φησί. σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν, 7.1.63 ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν εἰπών· «καὶ Ἱερουσαλὴμ ἔσται