172
τὴν ἑτερότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα. 3.1.73 Ὡς δ' ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθείη, οὑτωσὶ τὸ προκείμενον πάλιν διαληψό μεθα. ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ' ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνο μοθέτησεν εἰπὼν Αὐξάνεσθε καὶ πληθύνεσθε. τοῦ τοίνυν Ἄβελ γεννητῶς ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρο νούντων κατ' αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαι 3.1.74 νόμενον ἀγεννήτως τὸν Ἀδὰμ ὑποστῆναι; ἀλλὰ μὴν ὁ πρῶτος ἄνθρωπος ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθεὶς ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθεῖσαν κατεσκευάζετο, οὐκ ἂν ἐπ' ἀμφοτέρων ὁ αὐτὸς τῆς οὐσίας ἥρμοσε λόγος. ὧν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτηρίζεται ἰδιώμασιν ἥ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἄβελ οὐσία, πᾶσα ἀνάγκη μίαν μὲν οὐσίαν ἐπ' ἀμφοτέροις εἶναι συντίθεσθαι, ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. 3.1.75 ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἄβελ ἐν μὲν τῷ λόγῳ τῆς φύσεως εἷς οἱ δύο εἰσίν, ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἑκατέρῳ αὐτῶν ἰδιώμασιν ἀσύγχυτον ἔχουσι τὴν ἀπ' ἀλλήλων διάκρισιν. οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ' αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέν νησεν ἄλλον ἑαυτόν, ᾧ πᾶς ὁ τῆς τοῦ γεννήσαντος οὐσίας 3.1.76 συναπετέχθη λόγος. ὅπερ οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμα θήκαμεν φύσεως διὰ τῆς κατὰ τὸ ἀκόλουθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν ὁδηγίας, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀκήρατον τῶν θείων δογμάτων κατανόησιν εἰς ὁδηγίαν λαβεῖν. πᾶσαν γὰρ σαρκώδη καὶ ὑλικὴν ἔννοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι ἀσφα λεστάτην ἕξομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλά τε καὶ ἀπρόσ ιτα χειραγωγίαν. 3.1.77 Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάν των ὄντα θεὸν πατέρα τοῦ μονογενοῦς καὶ εἶναι καὶ λέ γεσθαι, ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τὸν ἐκ τοῦ πατρὸς ὄντα 20γεννητὸν20 διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. ἐπεὶ οὖν ἐν ἀνθρώποις τὸ τοῦ πατρὸς ὄνομα συνεζευγμένας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀκήρατος ἠλλοτρίωται φύσις, πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὑλικὰ νοήματα συνεισέρχεται καταλιπόντα θεοπρεπῆ τινα διάνοιαν ἐμφαντικὴν μόνης τῆς γνησιότητος ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς 3.1.78 ἐντυπώσασθαι. ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σὰρξ νοεῖν ὑπο τίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐννοίᾳ συγκαταλαμβά νεται, ἀλλὰ καὶ διαστηματική τις ἔννοια συνεπινοεῖται πάν τως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ ῥύπῳ καὶ τὴν διαστηματικὴν ἔννοιαν ἐπὶ τῆς θείας συν αποβαλεῖν γεννήσεως, ὡς ἂν πανταχόθεν ἐκπλυθείσης τῆς ὑλικῆς ἰδιότητος καθαρεύοι παντὸς οὐ μόνον ἐμπαθοῦς, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος ἡ ὑπερέχουσα γέννησις. 3.1.79 οὐκοῦν ὁ πατέρα τὸν θεὸν λέγων τῇ τοῦ εἶναι τὸν θεὸν ἐννοίᾳ καὶ τὸ τὶ εἶναι συμπεριλήψεται. ᾧ γὰρ ἀπό τινος ἀρχῆς ἐστι τὸ εἶναι, τούτῳ καὶ τὸ τὶ εἶναι πάντως ἀπό τινος ἄρχεται· ἐφ' οὗ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ εἴ τι ἄλλο περὶ αὐτὸν θεωρεῖται ἀπό τινος τὴν ἀρχὴν ἔχει. ἀλλὰ μὴν πατὴρ ὁ θεός. οὐκοῦν ἐξ ἀϊδίου ἐστὶν ὅπερ ἐστίν· οὐ γὰρ ἐγένετο, ἀλλ' ἐστὶ πατήρ· ἐπὶ θεοῦ γὰρ ὃ 3.1.80 ἦν, καὶ ἐστὶ καὶ ἔσται. εἰ δέ τί ποτε μὴ ἦν, οὔτε ἐστὶν οὔτε ἔσται· οὐ γὰρ τοιούτου τινὸς πεπίστευται εἶναι πατήρ, οὗ χωρὶς εὐσεβές ἐστιν ἐφ' ἑαυτοῦ ποτε τὸν θεὸν εἶναι λέγειν. ζωῆς γάρ ἐστι πατὴρ ὁ πατὴρ ἀληθείας τε καὶ σοφίας καὶ φωτὸς καὶ ἁγιασμοῦ καὶ δυνάμεως καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται. ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζηται τὸ μὴ εἶναί ποτε φῶς, οὐκ οἶδα τίνος πλείων ἐστὶν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς ᾖ, ἢ τοῦ ἔχοντος, ὅταν μὴ 3.1.81 ἔχῃ τὸ φῶς. οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως καὶ