173
πατουμένη ὑπὸ ἐθνῶν». ὃ καὶ τέλους ἔτυχεν μετ' οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν, Ῥωμαίων τὴν πόλιν ἑλόντων ἀλλοφύλους τε ἄνδρας αὐτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων. 7.1.64 Πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ' ἔστιν τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς. 7.1.65 Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται· διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ' ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν σημαίνεσθαι, διὰ τὸ «κατευθύνοντας» ἀπὸ τῆς Ἑβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους, ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας· 7.1.66 ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίων ξυρῷ, τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν, διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός. 7.1.67 οὐδ' ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουήλ, γένεσιν περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ «βασιλέως Ἀσσυρίων» ὁ μὲν Ἀκύλας «ἐν βασιλείᾳ Ἀσσυρίων»,ὁ δὲ Θεοδοτίων «ἐν τῷ βασιλεῖ τῶν Ἀσσυρίων» ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ' ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ γε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος. 7.1.68 τούτοις οὖν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ· 7.1.69 ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους. διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν· κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν. 7.1.70 μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμᾶς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο, ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν. 7.1.71 καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος, οἶμαι δι' οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ' αὐτῆς γε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσιν δημοσιεύεσθαι· 7.1.72 ἵν' οὖν τοῖς τῆς ἀρχῆς 7.1.72 κρατοῦσιν δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι' αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο, ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ ∆ανιὴλ θεωρίαις, ὥσπερ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ «κατευθύνοντας» αὐτοὺς ὀνομάζει, προσειπὼν Ἀσσυρίους. 7.1.73 τῷ τούτων τοιγαροῦν «ξυρῷ» τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει. 7.1.74 Ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ δῆλον δ' ὅτι τῇ τοῦ Ἐμμανουήλ, τοῦτ' ἔστιν τῆς τοῦ Χριστοῦ ἐπιφανείας «θρέψει», φησίν, «ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς». 7.1.75 δι' ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ