173
τῶν ἄλλων πάντων, ὅσα τὸν πατρικὸν πληροῖ κόλπον, *** ὁ μονογενὴς θεὸς ἐν τῷ ἰδίῳ πληρώ ματι τὰ πάντα ὤν. ἴση γὰρ καθ' ἑκάτερόν ἐστιν ἡ ἀτοπία καὶ τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας ἀντίρροπος ἡ κατὰ τοῦ πατρός ἐστιν ἀσέβεια. ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν κύριον οὐχ ἁπλῶς δώσεις τὸ μὴ εἶναι τὴν δύναμιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι λέξεις τὴν δύναμιν, τοῦ πατρὸς 3.1.82 τῆς δυνάμεως. οὐκοῦν ἡ τοῦ μὴ εἶναί ποτε τὸν υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευὴ οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν πατέρα κατασκευάζει. ὁρᾶτε πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχίνοια. πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ κυρίου φωνή, ἥ φησιν ὅτι ὁ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με; δι' ὧν γὰρ τὸ εἶναί ποτε τοῦ μονογενοῦς ἀθετοῦσι, διὰ τούτων ἀτιμάζουσι τὸν πατέρα, πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα τῆς πατρικῆς δόξης τῷ λόγῳ περισυλήσαντες. 3.1.83 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεν νητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. 3.1.84 ἐδείχθη γὰρ διὰ τῶν παρ' αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ' ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑπο στάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου 3.1.85 ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννη θέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ' ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ' ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος 3.1.86 ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι. τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέ ξεις καὶ 20γέννημα20 λέγειν τὸν γεννηθέντα. 3.1.87 Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμε λοίη τοῦ μείζονος· ἀλλ' ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατα νοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαρεισάγεται· οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε· ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε 3.1.88 καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, 20τῆς γεννη θείσης αὐτῆς οὐσίας20, καθώς φησι, 20καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων 3.1.89 οἰκειουμένης σχέσιν20; εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσ ηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγ κης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνο μάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κα τασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογο γραφίας ποιῶν οὐκ ἐπίσταται. δι' ὧν γὰρ ἐπιχειρεῖ καθαι ρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς 3.1.90 συνηγορίαν τῶν πολεμουμένων