1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

174

πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἔχεσθαι δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς ..., τὸ τούτων γάλα ποριζομένου. ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορόν, ὧν ἕκαστος «λεῖμμα κατ' ἐκλογὴν χάριτος» γεγονώς, καὶ διὰ τοῦτο «ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς» ὠνομασμένος, θρέψειν λέγεται «δάμαλιν βοῶν καὶ δύο πρόβατα», τρία καθ' ἑκάστην ἐκκλησίαν τάγματα, ἓν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς «διὰ λουτροῦ παλιγγενεσίας» ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα»· τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτος ἕξει «δάμαλιν βοῶν» εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει;» 7.1.76 εἴη δ' ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, «δάμαλις» ὠνομασμένη «βοῶν», γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται, ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν. 7.1.77 Τούτων δὲ πέρι, τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων, ἕτερόν τι συμβήσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ' ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ. τί δὲ τοῦτο; «πᾶς τόπος», φησίν, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ' ὃν ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ» γὰρ «βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ» δῆλον δ' ὅτι οἱ πολέμιοι, «ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ». 7.1.78 καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος, περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει· δυνάμεις γε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι. 7.1.79 καὶ «ἀναπαύσεσθαι» τὰς εἰρημένας δυνάμεις φησὶν ἐν «φάραγξι» καὶ ἐν «τρώγλαις πετρῶν εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν», κατὰ μὲν διάνοιαν ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσιν τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, κατὰ δὲ τὴν πρόχειρον λέξιν καθ' ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας ἀπειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ εἰδωλολάτρας ἀνθρώπους ἐν πάσαις αὐτῶν πόλεσίν τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ «ξυρῷ» τοῦ νενοημένου ἡμῖν «βασιλέως Ἀσσυρίων» «τὴν κεφαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα», πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, «ξυρήσειν». 7.1.80 Κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐτούς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι, τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ, ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι. 7.1.81 ἐπειδὴ γάρ, ὡς ὁ αὐτὸς προφήτης φησίν, «ἔμεινεν» ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν «τοῦ ποιῆσαι σταφυλὴν» τὸν ἀμπελῶνα, «ὁ δὲ ἐποίησεν ἀκάνθας»,