174
δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι' ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος· ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης· Ἢ καὶ Σαοὺλ ἐν προφήταις; 3.1.91 Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι 20αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν20. τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ' ἀμ 3.1.92 φότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ' οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι' ἑαυτοῦ συνάψῃ 3.1.93 τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν. εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀν θρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον. 3.1.94 Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι <τὰ> καθ' ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτο μάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι' ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς 3.1.95 οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ' αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ' ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ' ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαί νοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ 20κτίσμα20 θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ' ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται. 3.1.96 εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνο μάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ' εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος 3.1.97 πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερ μότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλ κουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν