1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

175

«καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν»· διὸ καὶ ἀφαιρῶν «τὸν φραγμὸν αὐτοῦ» καὶ καθαιρῶν «τὸν τοῖχον», «εἰς χέρσον» καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν αὐτόν, οὓς «μετὰ βέλους καὶ τοξεύματος» εἰσελεύσεσθαι, φησίν, «ἐκεῖ», τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως ἀλλ' εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ «χέρσος καὶ ἄκανθα» αὐτῶν γέγονεν «πᾶσα ἡ γῆ». 7.1.82 διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, «εἰσελεύσονται», φησίν, «ἐκεῖ» «μετὰ βέλους καὶ τοξεύματος» οἱ τὴν κατ' αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ' εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι' αἰνιγμάτων ἀποδέδοται. 7.1.83 λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ' αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν. 7.1.84 εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προεκήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασεν τῶν ἐκ περιτομῆς, ἀλλ' ὡς αὐτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτάς, καὶ οὐκέθ' ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρήσασθαι. 7.1.85 Ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων, κατὰ τὴν ἑτέραν ἑρμηνείαν σπάνιός τις ἔσεσθαι λέγεται «ὁ καταλειφθεὶς» ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος· «λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», ὃς δὴ «θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται». τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 7.1.86 ὥσπερ δὲ «ὁ καταλειφθεὶς» οὗτος τοιοῦτος ἔσεσθαι προφητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους «πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι» προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη» τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι. 7.1.87 τοῦτο δ' οὖν, φησί, «τὸ ὄρος ἀροτριώμενον ἀροτριαθήσεται», ὡς «μὴ ἐπελθεῖν ἐκεῖ φόβον», ἀλλὰ καὶ εἰς τοσοῦτον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός». 7.1.88 καὶ πάρεστίν γε ἐπιλογίσασθαι, ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία, πάλαι οὖσα χέρσος καὶ ἄκανθα, διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασεν μεταβολῆς, ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι, ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἕξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτήν, βόας προσαγορευομένους. ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα παρεστήσαμεν ἐν τῷ φάναι· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἐπ' ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν», 7.1.89 οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκεν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. Ἐπίστησον δέ, τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν, τὸ πρὶν οὖσαν «χιλίων σίκλων, εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν», πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς «ἄκανθαν καὶ εἰς χέρσον» παραδοθήσεσθαι τοῖς «μετὰ βέλους καὶ τοξεύματος», τοὐναντίον δὲ πείσεσθαι «πᾶν ὄρος»· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης