175
οἶνον τὸν ἐξ 3.1.98 αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύ ψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρο μαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν. 3.1.99 Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν 20γέννημα20 κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ' οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς 3.1.100 ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέ τερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κα τασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντά πασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας 3.1.101 ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ' ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέ λιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία 3.1.102 οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα. ἀλλ' εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ 20γέννημα20 λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν. 3.1.103 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν ἐπινοίᾳ τινὶ ῥημάτων διαληφθῆναι. τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλω σύνην ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι 3.1.104 πέρας. εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολὺ μᾶλλον αὐτὸς ἐκεῖνος κατ' οὐσίαν ὅ τι ποτὲ καὶ ἐστὶν οὐδενὶ ὅρῳ κατ' οὐδὲν μέρος διαλαμβάνεται. εἰ οὖν ἡ διὰ τῶν ὀνομάτων τε καὶ ῥημάτων ἑρμηνεία διαλαμβάνει πως τῇ σημασίᾳ τὸ ὑποκείμενον, τὸ δὲ ἀόριστον περιληφθῆναι οὐ δύναται, οὐκ ἄν τις εἰκότως τὴν ἀμαθίαν ἡμῶν αἰτιάσαιτο, μὴ θρασυ νομένων κατὰ τῶν ἀτολμήτων. τίνι γὰρ ὀνόματι διαλάβω τὸ ἀπερίληπτον; διὰ ποίας φωνῆς ἐξαγγείλω τὸ ἀνεκφώ 3.1.105 νητον; ἐπεὶ οὖν κρεῖττόν ἐστι καὶ ὑψηλότερον τῆς ὀνομα στικῆς σημασίας τὸ θεῖον, σιωπῇ τιμᾶν τὰ ὑπὲρ λόγον τε καὶ διάνοιαν μεμαθήκαμεν· κἂν ἐπεμβαίνῃ τῇ εὐλαβείᾳ ταύτῃ τοῦ λόγου ὁ ὑπερφρονῶν παρ' ὃ δεῖ φρονεῖν, ἐν γέ λωτι τὴν ἀμαθίαν ἡμῶν τὴν περὶ τῶν ἀκαταλήπτων ποι ούμενος, καὶ τοῦ ἀσχηματίστου καὶ ἀορίστου καὶ ἀμεγέθους καὶ ἀπόσου, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, τὴν κατὰ τὸ ἀνόμοιον ἐπιγινώσκῃ παραλλαγὴν καὶ προφέρῃ τοῦτο πρὸς ἔλεγχον τῆς ἀμαθίας ἡμῶν, ὃ συνεχῶς παρὰ τῶν μαθητῶν τῆς ἀπάτης προτείνεται, τὸ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, εἰ τὴν οὐσίαν τοῦ προσκυνουμένου οὐκ οἴδαμεν, 3.1.106 οὐ φοβηθησόμεθα κατὰ τὴν συμβουλὴν τοῦ προφήτου τὸν ὀνειδισμὸν τῶν ἀφρόνων οὐδὲ διὰ τὸν φαυλισμὸν αὐτῶν κατὰ τῶν ἀνεκφωνήτων θρασυστομήσομεν, τὸν ἰδιώτην τῷ λόγῳ Παῦλον διδάσκαλον τῶν ὑπὲρ γνῶσιν μυστηρίων ποι ούμενοι, ὃς