176
μεταβαλεῖσθαι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», ὥστε αὐτὸ «ἀροτριώμενον ἀροτριαθήσεσθαι» καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον. 7.1.90 δι' ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσιν συμβεβηκότα· τὴν γοῦν ἑκατέρων τῶν ταγμάτων εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας. 7.1.91 εἰ μὲν γὰρ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν ∆αμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐτοῖς μὴ θεωρεῖται καταλελειμμένη ὑπ' αὐτῶν ἡ γῆ καὶ ὑπὸ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν κατοικουμένη, καὶ πρὸς τούτοις εἰ μὴ γέγονεν «εἰς χέρσον καὶ ἄκανθαν» πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος χώρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες οἵ τε πολέμιοι αὐτῶν «μετὰ βέλους καὶ τοξεύματος» ἐπελθόντες, ὑπ' αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες, ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὐτῶν, πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι, καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφεν καρποφορίαν, καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος. 7.1.92 εἰ δὲ καὶ τυφλῷ, φασί, δῆλα, τὰ τῶν λόγων ἀποτελέσματα οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ' ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 7.1.93 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ ἡ πολιορκία τῆς Ἱερουσαλήμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοίκησις μετὰ κέντρων αὐτοὺς τοῦτ' ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων καταδουλουμένων τοῦτο γὰρ ἐδήλου τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα, καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημίας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή; 7.1.94 ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δ' οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δὴ ἀπιστεῖς, εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις, οὐχ ἥττων οὖσα, ἐπὶ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ' αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν; Ἀλλὰ γὰρ τούτοις ἑξῆς, μετὰ τὸ «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ