176
τοσοῦτον ἀπέχει τοῦ τὴν θείαν φύσιν ἐντὸς τῆς ἀνθρωπίνης περινοίας οἴεσθαι, ὡς καὶ τὰ κρίματα τοῦ θεοῦ ἀνεξερεύνητα λέγειν καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους καὶ τὰ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπὲρ τῶν ἐν τῷ βίῳ τῷδε κατορ θωθέντων ἐπηγγελμένα ὑπὲρ κατάληψιν εἶναι διϊσχυρίζεσθαι, ὡς μήτε ὀφθαλμῷ λαβεῖν μήτε ἀκοῇ δέξασθαι μήτε 3.1.107 καρδίᾳ χωρῆσαι δυνατὸν εἶναι. ταῦτα τοίνυν μαθόντες ἀπὸ τοῦ Παύλου θαρροῦντες ἀποφαινόμεθα, ὅτι οὐ μόνον τὰ κρίματα τοῦ θεοῦ τῆς τῶν ἐρευνᾶν ἐπιχειρούντων δυνάμεώς ἐστιν ὑψηλότερα, ἀλλὰ καὶ αἱ τῆς γνώσεως ὁδοὶ μέχρι τοῦ νῦν ἀτριβεῖς τε καὶ ἀνεπίβατοι μένουσι. τοῦτο γὰρ ἡγού μεθα τὸν ἀπόστολον σημᾶναι βουλόμενον ἀνεξιχνιάστους εἰπεῖν τὰς ὁδοὺς αἳ πρὸς τὸ ἀκατάληπτον φέρουσι, δει κνύντα διὰ τῆς λέξεως ὅτι ἀνεπίβατός ἐστι λογισμοῖς ἀν θρωπίνοις ἡ γνῶσις ἐκείνη, καὶ οὔπω τις ἐπέστησεν ἑαυτοῦ τὴν διάνοιαν τῇ τοιαύτῃ τοῦ λόγου πορείᾳ, οὔτε τι ἴχνος οὔτε σημεῖον καταληπτικῆς ἐφόδου τοῖς ἀλήπτοις ἐνεση μάνατο. 3.1.108 Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφωνίας μα θόντες ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων ὅτι, εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἀνώτερόν ἐστι καὶ ὑψηλό τερον αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ θεοδίδακτος ἀποφαίνεται Παῦλος· καὶ διὰ τοῦτο βεβαιοῦμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλευαζόμενον δόγμα, ὁμολογοῦντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν φαμεν ἀληθῶς 3.1.109 ὅπερ οἴδαμεν. οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσ κυνουμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς κατα λαβεῖν ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνείκαστον· καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ κυρίου ῥηθέν, καθ' ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλ λον κυρίως λέγοιτο. τὸ γὰρ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος, σωματικαῖς ἐννοίαις ἐν ταῖς περὶ θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται, ὅτι θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες εἶτα σωματικῶς ἐγκαθιδρῦσθαι τόπῳ τὸ θεῖον οἰόμενοι μέχρι τῆς φωνῆς εὐσεβοῦσιν, ἄλλο τι προσκυ 3.1.110 νοῦντες καὶ οὐ θεόν. οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον θεῖόν ἐστιν· ἀλλ' ἴδιον τῆς θεότητος τὸ πανταχοῦ εἶναι καὶ διὰ πάντων ἥκειν καὶ μηδενὶ περιείργεσθαι, ὥστε περι στρέφεται τοῖς χριστομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ' ἡμῶν προφερόμενος λόγος. ὡς γὰρ τοπικῇ τινι περιγραφῇ τὸ θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες ἐπετιμήθησαν δι' ὧν ἤκουσαν ὅτι Προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ ἀνόνητος γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς θεὸν βλέπουσα, θεὸς γὰρ τόπῳ τινὶ καθιδρῦσθαι νομιζόμενος θεὸς οὐκ ἔστιν, - οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρείτας εἰπεῖν ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας οἷόν τινι τόπῳ περι ειλῆφθαι τὴν θείαν οὐσίαν ὑπονοοῦντες Προσκυνεῖτε ὃ οὐκ οἴδατε, ὡς θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δέ, ὅτι πάσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερπίπτει τοῦ θεοῦ τὸ ἀόριστον. 3.1.111 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπό μενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, 3.1.112 ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ' αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννή ματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ' ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ' οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ 3.1.113 ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ