177
προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ «καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον», ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν. 7.1.95 β. Ἀπὸ τοῦ αὐτοῦ. «Καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» 7.1.96 Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία. ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ' ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δέ, πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει· «καὶ προσῆλθον», λέγων, «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν», 7.1.97 ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ' οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν. αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσεληλυθέναι ὁμολογεῖ τῇ προφήτιδι, ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως, ὅτε «ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ». ᾗ καὶ «εἶπεν· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν», 7.1.98 καὶ πάλιν· «μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», εἰπούσης τε τῆς Μαρίας· «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» ἀπεκρίνατο, «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». 7.1.99 καὶ ἐν μὲν τῇ πρὸ ταύτης προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουήλ, «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν», ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμαρείας, θατέρου δὲ τοῦ τῆς ∆αμασκοῦ· ἐπὶ δὲ τῆς παρούσης, «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» ὧν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουὴλ ἐθέσπιζεν. 7.1.100 αἰσθητῶς μὲν οὖν ἐν ἡμέραις Ἄχαζ βασιλέως Ἰούδα, καὶ κατ' αὐτὸν Ἡσαΐαντὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις ∆αβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ μὲν ἐπὶ τῆς ∆αμασκοῦ τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεύς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἱ καθ' ἡμᾶς ὀνομάζουσιν· περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπεν· «μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων». 7.1.101 καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπών, ἑξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ' ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἡ βασιλεία. 7.1.102 δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ ∆αμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει διαλελοίπασιν, τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι. 7.1.103 Καὶ ταῦτά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀοράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων. πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολε μούντων, ἓν μὲν τῶν τὰς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάντοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι