1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

178

ψυχῶν διαφθορὰν κατεργαζομένων, καὶ τοῦ μέν, τῆς εἰδωλολάτρου πλάνης, εἰκόνα φέρειν ἀποδείξας τὸν ἄρχοντα τῆς ∆αμασκοῦ, τοῦ δέ, τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου, τύπον εἶναι τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησιν τούτων ἀπαλλαγήσεσθαι τὴν «γῆν» οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατοικοῦντας ἀνθρώπους ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουὴλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς, μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς. 7.1.104 οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ «λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθρούς, οἳ δὴ πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν. 7.1.105 καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν «δύναμιν ∆αμασκοῦ» καθῃρημένην καὶ «τὰ σκῦλα Σαμαρείας» ἠρμένα, τοῦτ' ἔστιν τὰς βασιλείας αὐτῶν, αἳ μέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκείνου καὶ εἰς δεῦρο διαλελοίπασιν κατὰ τὰς θείας προρρήσεις. 7.1.106 Φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ' ἀνατολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας τούτους εἶναι τὴν «δύναμιν ∆αμασκοῦ», εἴποις δ' ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ Χριστοῦ λόγῳ καταδουλωθέντας, μάλιστα εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ «σοφίᾳ τοῦ αἰῶνος τούτου», αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους «δύναμιν ∆αμασκοῦ». 7.1.107 κατὰ ταὐτὰ δὲ καὶ «τὰ σκῦλα Σαμαρείας» νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων τῶν ἐκ περιτομῆς κατ' αὐτοῦ στρατευσαμένων σκῦλα ὑφ' ἑαυτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισεν τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου 7.1.108 ἐπεὶ δὲ τὸ «ἐναντίον βασιλέως Ἀσσυρίων» σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπών· «εἰς πρόσωπον βασιλέως Ἀσσυρίων», ἐπίστησον, μή ποτε ἄρα καὶ ἐν τού τοις τὴν Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε «κατευθύνοντες» ἢ «κατευθυνόμενοι» Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεύς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι. 7.1.109 λήψεσθαι τοιγαροῦν τὸ τικτόμενον παιδίον τὴν «δύναμιν ∆αμασκοῦ» καὶ «τὰ σκῦλα Σαμαρείας», καὶ παραδώσειν «εἰς πρόσωπον» Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον. 7.1.110 Πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλαμβάνει δὲ τῶν εἰρημένων «μάρτυρας» ἱερέα καὶ προφήτην, τοῦ λόγου παιδεύοντος ὡς ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσιν ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν. «πιστοὺς» δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα 7.1.111 «ἐὰν» γὰρ «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε», ἐλέγετο ἀνωτέρω, καὶ τὸν μὲν ἔχειν «φῶς θεοῦ» τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται, τὸν δὲ υἱὸν ὄντα «εὐλογίας» τὴν «μνήμην τοῦ θεοῦ» ἐν ἑαυτῷ φέρειν τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου Ζαχαρίας δηλοῖ. Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν· 7.1.112 εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐτὸν ἀποδεικνύναι, τίς πώποτε παρ' αὐτοῖς Ἐμμανουὴλ γέγονεν, καὶ πῶς ὁ προφήτης προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ πῶς παραχρῆμα