178
ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραι τούμεθα, τῆς γεννηθείσης20, φησίν, 20οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν 3.1.121 ὀνομάτων σχέσιν οἰκειουμένης20. εἰ οὖν διὰ τὸ ἀληθῶς 20γέννημα20 εἶναι τὸν υἱὸν ὁμολογεῖ 20τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν20, πῶς ἔχει καιρὸν ἐφαρμόζειν τὴν τοιαύτην αἰτίαν τῶν ὀνομάτων τοῖς τε κατὰ μεταφορὰν ἐκ καταχρήσεως λεγομένοις καὶ οἷς ἡ φυσικὴ σχέσις, καθώς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦται κλῆσιν; οὐκοῦν ἐπὶ μόνων ἀληθὲς τὸ τοιοῦτόν ἐστιν οἷς μεθόριος πρὸς ἀρετήν τε καὶ κακίαν ἡ φύσις, ἐφ' ὧν πολλάκις τὰ ἐναντία τις ἀντιμεταλαμβάνει τῶν ὀνομά των, νῦν μὲν φωτός, πάλιν δὲ σκότους διὰ τῆς πρὸς τὸ καλὸν 3.1.122 ἢ πρὸς τὸ ἐναντίον προσκλίσεως τέκνον γινόμενος. ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐκέτ' ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπιφημίζεσθαι λέγοι καθ' ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. οὐ γὰρ ἂν εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθέμενος τὰ ἔργα τοῦ σκότους διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γί νεται τέκνον, οὕτω καὶ ὁ μονογενὴς θεὸς ἐκ μεταβολῆς 3.1.123 ἐκ τοῦ χείρονος ἀντιλαμβάνει τὸ προτιμότερον. ἄνθρω πος μὲν γάρ τις ὢν υἱὸς θεοῦ γίνεται διὰ τῆς πνευ ματικῆς γεννήσεως Χριστῷ συναπτόμενος· ὁ δὲ τὸν ἄνθρω πον δι' ἑαυτοῦ θεοῦ υἱὸν ποιῶν αὐτὸς ἄλλου υἱοῦ τοῦ χαρι ζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπιδέεται, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλασσόμενος· θεὸς δὲ 3.1.124 εἰς τί ἀλλαγήσεται, ὥστε ὃ μὴ ἔχει προσκτήσασθαι; ἄν θρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος τὴν θείαν ἐπενδύεται φύσιν· ὁ δὲ ἀεὶ ὡσαύτως ἔχων τί ἀποτίθεται ἢ τί περι βάλλεται; ἄνθρωπος μὲν υἱὸς θεοῦ γίνεται προσλαβὼν ἃ οὐκ ἔχει καὶ ἀποβαλὼν ἃ ἔχει· ὁ δὲ μηδέποτε γεγονὼς ἐν κακίᾳ οὔτε ὃ λάβῃ οὔτε ὃ καταλίπῃ ἔχει. πάλιν ὁ ἄν θρωπος δύναται πῆ μὲν ἀληθῶς υἱός τινος λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῆ δὲ ἐκ καταχρήσεως, 3.1.125 ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. ὁ δὲ θεὸς ἓν ὢν ἀγαθὸν ἐν ἁπλῇ τε καὶ ἀσυνθέτῳ τῇ φύσει πάντοτε πρὸς τὸ αὐτὸ βλέπει καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ' ἀεὶ καὶ βούλεται ὅπερ ἐστὶν καὶ ἐστὶ πάντως ὃ καὶ βούλεται, ὥστε δι' ἀμφοτέρων υἱὸς θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι, τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἐχούσης τῆς τε προαιρέσεως οὐκ ἀπερ ρωγυίας τοῦ κρείττονος, ὡς μὴ ἂν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπικληθῆναι. οὐκοῦν οὐδεμίαν ἔχει χώραν, ἅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθή καμεν, ταῦτα ἐπὶ παραγραφῇ τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι. 3.1.126 Ἀλλ' οὐκ οἶδ' ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀπο στρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ' ἂν μὴ τὸ κατ' οὐσίαν κοινὸν διὰ τῆς φωνῆς ταύτης μαρτυρηθείη, τῆς ἐγκειμένης τῷ ὀνόματι σημασίας τὴν φωνὴν χωρίσαντες κενὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ ἀσήμαντον τῷ μονογενεῖ καταλείπουσι, μόνον αὐτῷ τὸν ψόφον τῆς φωνῆς χαριζόμενοι. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω καὶ οὐ παραστοχάζομαι τοῦ σκοποῦ τῶν ὑπεναντίων, φανερῶς ἔστιν 3.1.127 ἐξ αὐτῶν ὧν κατεπιχειροῦσι τῆς ἀληθείας μαθεῖν. τοιαῦτα γάρ ἐστιν ἃ παρ' αὐτῶν ἐπὶ κατασκευῇ τῆς βλασφημίας προφέρεται, 20ὅτι πολλὰ τοῦ μονογενοῦς ὀνόματα παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν, λίθον ἀξίνην πέτραν θεμέλιον ἄρτον ἄμπελον θύραν ὁδὸν ποι μένα πηγὴν ξύλον ἀνάστασιν διδάσκαλον φῶς καὶ ἄλλα τοιαῦτα πολλά, ἀλλ' οὐδὲν τούτων κατὰ τὴν πρόχειρον σημασίαν εὐσεβές ἐστιν ἐπὶ τοῦ κυρίου 3.1.128 νοοῦντας λέγειν. ἦ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ ἀσώματόν τε καὶ ἄϋλον ἁπλοῦν τε καὶ ἀσχημάτι στον ταῖς ἐμφαινομέναις τισὶ τῶν ὀνομάτων σημα σίαις διαμορφοῦσθαι νομίζειν, ὥστε ἀξίνην ἀκού σαντας τὸ τοιόνδε σχῆμα τοῦ σιδήρου νοεῖν ἢ φῶς τὸ ἐναέριον ἢ ἄμπελον τὴν ἐκ φυτείας κλημάτων ἤ τι τῶν ἄλλων ἕκαστον, καθὼς ἡ συνήθεια νοεῖν ὑποτίθεται· ἀλλ' ἐπὶ τὸ θεοπρεπέστερον τὰς τῶν ὀνομάτων τούτων μετενεγκόντες ἐμφάσεις ἄλλο τι νοοῦμεν, κἂν οὕτω κατονομάζωμεν, οὐχ ὡς ὄντα τι