179
συνέλαβεν, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱός, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα «ταχέως σκύλευσον, ὀξέως προνόμευσον», καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας. 7.1.113 δεικνύτωσαν δὲ καὶ τὸ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες, πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προφητείαις. 7.1.114 Αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς δι' αἰνιγμάτων αὖθις ἐπιλέγεται· «καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο ἰδοὺ κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι, εἰ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ' ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.» 7.1.115 Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σῴζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῇ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ «ἀπεσταλμένος». 7.1.116 οὗτος δ' ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μωσῆς φησιν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ἀντὶ γὰρ τοῦ «ᾧ ἀπόκειται» τὸ Ἑβραϊκὸν Σιλωὰμ περιέχει, τὸν ἐνταῦθα Σιλωάμ, τοῦτ' ἔστιν τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου. 7.1.117 ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν ∆αμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ῥομελίου τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας. 7.1.118 ἀπειλεῖ τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωάμ, τοῦτ' ἔστιν τὸν ἀπεσταλμένον Ἐμμανουήλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγεννημένον υἱὸν τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν καίτοι πράως καὶ ἡσυχῆ φερόμενον παραιτουμένοις, καθ' ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις, ἐπάξειν «τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ», ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι «τὸν βασιλέα τῶν Ἀσσυρίων», οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχήν, ᾗ καὶ παρεδόθησαν οἱ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ «τὸ πορευόμενον ἡσυχῆ» παραιτησάμενοι τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες. 7.1.119 αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν «τὸ πορευόμενον ἡσυχῆ», ἐπελθὼν ὁ ὑπὸ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ περιεπάτησεν «ἐπὶ πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι», καὶ γέγονεν «ἡ παρεμβολὴ» τοῦ δηλωθέντος τοσαύτη «ὥστε πληρῶσαι τὸ πλάτος» τῆς Ἰουδαίας ἁπάσης. 7.1.120 Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται. διὰ ποίαν αἰτίαν εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε· ὅτι «μεθ' ἡμῶν ὁ θεὸς» Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ' οὐ καὶ μετ' αὐτῶν ἦν, ὡς εἴ γε εἶχον αὐτόν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. 7.1.121 διὸ δὴ ἑξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουήλ, λέγων· «μεθ' ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε». καὶ ταῦτα δ' ἡμῖν