179
τούτων κατὰ τὸν λόγον τῆς φύσεως, ἀλλ' ὡς ταῦτα μὲν λεγόμενον, ἄλλο δέ τι παρὰ ταῦτα διὰ 3.1.129 τῶν λεγομένων νοούμενον. εἰ δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ ἀληθῶς ἐπιλέγεται τῷ μονογενεῖ θεῷ καὶ τῆς φύσεως οὐ περιέχει τὴν ἔνδειξιν, ἀκόλουθον εἶναι20 λέγουσι 20μηδὲ τοῦ υἱοῦ τὸ σημαινό μενον κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν εἰς τὴν τῆς φύσεως ἐρμηνείαν παραλαμβάνειν, ἀλλ' ἐξευρίσκειν τινὰ σημασίαν καὶ ταύτης τῆς φωνῆς ἑτέραν παρὰ τὴν κοινήν τε καὶ πρόχειρον20. ταῦτα καὶ τὰ τοιαῦτα φιλοσοφοῦσι πρὸς κατασκευὴν τοῦ μὴ εἶναι 3.1.130 τὸν υἱὸν ὅπερ ἐστί τε καὶ λέγεται. ἡμῖν δὲ πρὸς ἕτερον μὲν ἦν σπεύδων ὁ λόγος, τὴν πρόσφατον τοῦ Εὐνομίου λογο γραφίαν δεῖξαι ψευδῆ καὶ ἀσύστατον καὶ οὔτε πρὸς τὴν ἀλήθειαν οὔτε πρὸς ἑαυτὴν συμφωνοῦσαν. ἐπεὶ δὲ δι' ὧν κατηγοροῦμεν τοῦ δόγματος αὐτῶν οἷόν τις συνηγορία τῆς βλασφημίας ἐπεισήχθη τῷ λόγῳ, καλῶς ἂν ἔχοι περὶ τού του πρότερον ἐν ὀλίγῳ διαλαβεῖν, εἶθ' οὕτως ἐπὶ τὴν ἀκο λουθίαν τῶν γεγραμμένων ἐπανελθεῖν. 3.1.131 Τί τοίνυν ἔστιν εἰπόντας πρὸς τὰ τοιαῦτα μὴ διαμαρ τεῖν τοῦ προσήκοντος; ὅτι πολλῶν ὄντων, καθὼς κἀκεῖνοί φασι, τῶν ὀνομάτων, ἃ τῷ μονογενεῖ παρὰ τῆς γραφῆς ἐπι λέγεται, οὐδὲν τῶν ἄλλων τῇ πρὸς τὸν γεγεννηκότα φαμὲν ἀναφορᾷ τὸ προσφυὲς ἔχειν. οὐ γὰρ ὥσπερ υἱὸν τοῦ πατρός, οὕτως ἢ λίθον ἢ ἀνάστασιν ἢ ποιμένα ἢ φῶς ἤ τι τῶν ἄλλων ἐπὶ τὸν θεὸν τῶν ὅλων ἐπαναφέροντες λέγομεν, ἀλλ' ἔστιν οἷον τέχνῃ τινὶ καὶ κανόνι διχῇ διελέσθαι τῶν θείων ὀνομάτων 3.1.132 τὴν σημασίαν. τὰ μὲν γὰρ τῆς ὑψηλῆς τε καὶ ἀφράστου δόξης τὴν ἔνδειξιν ἔχει, τὰ δὲ τὸ ποικίλον τῆς προνοητικῆς οἰκονομίας ἐνδείκνυται· ὥστε καθ' ὑπόθεσιν εἰ μὴ τὸ εὐερ γετούμενον εἴη, μηδὲ τὰς φωνὰς ταύτας ἐπ' αὐτοῦ τετάχθαι αἳ τὴν εὐεργεσίαν ἐνδείκνυνται. ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρ μηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσφυῶς καὶ κυρίως ἐφαρμόζονται τῷ μονογενεῖ θεῷ. ὡς δ' ἂν ἐναρ γέστερον ἡμῖν ἐκκαλυφθείη τὸ τοιοῦτον δόγμα, ἐπ' αὐτῶν 3.1.133 ἔσται τῶν ὀνομάτων ἡ θεωρία. οὐκ ἂν ἄμπελος ὠνομάσθη ὁ κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ῥιζου μένων, οὐδ' ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσ ραὴλ ἀπολώλει, οὐδ' ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ' ἑαυτοῦ κατεδέχετο, μὴ διά τινος προνοητικῆς ἐνεργείας προσφόρως ἐπὶ τῶν εὐεργε τουμένων τὰς φωνὰς οἰκειούμενος. τί γὰρ δεῖ τὰ καθ' ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; υἱὸς δὲ καὶ δεξιὰ καὶ μονογενὴς καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ τὰ τοιαῦτα πάντα, ὅσα πρός τι λέγεται, καθ άπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ πατρὶ πάντως συνονομα 3.1.134 ζόμενος λέγεται. θεοῦ γὰρ δύναμις ὀνομάζεται καὶ θεοῦ δεξιὰ καὶ θεοῦ σοφία καὶ πατρὸς υἱὸς καὶ μονογενὴς καὶ λόγος πρὸς τὸν θεὸν καὶ ὅσα τοιαῦτα. οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων κατάλληλόν τινα τῷ ὑποκειμένῳ καὶ πρέπουσαν ἐνθεωρεῖν σημασίαν, ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσε βείας πλημμελήσαιμεν λόγον. 3.1.135 Ὥσπερ τοίνυν τῶν ἄλλων ἕκαστον πρὸς τὸ θεοπρεπὲς μεταλαβόντες ἀθετοῦμεν τὴν πρόχειρον ἐπ' αὐτῶν ἔννοιαν, ὡς μήτε φῶς ὑλικὸν μήτε πατουμένην ὁδὸν μήτε ἄψυχον λίθον μήτε τὸν ἐκ γεωργίας ἄρτον μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ' ἀντὶ τούτων ἐκεῖνα ὀνομάζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ θεοῦ λόγου παρίστησιν, οὕτως εἴ τις ἀθετοίη τοῦ υἱοῦ τὴν συνήθη καὶ κατὰ φύσιν σημασίαν, δι' ἧς τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννηκότος μανθά νομεν, πρός τινα θεοπρεπεστέραν ἑρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. ἐπειδὴ γὰρ τῶν ἄλλων ἑκάστου πρὸς τὸ ἐνδοξότερον ἡ μετάληψις γινομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἔνδειξιν ἥρμοσεν, ἀκόλουθον πάντως ἐστὶ καὶ τούτου τοῦ ὀνόματος ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ 3.1.136 σημαινόμενον. τίς ἂν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, εἰ ἀθετοῖτο κατὰ τὸν λόγον τῶν ὑπεναντίων ἡ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; τάχα γὰρ οὕτως οὐδεὶς πρὸς ἀσέβειαν τολμηρός, ὡς ἐν τοῖς περὶ