1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

180

ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν ποτὲ δὲ δι' αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ, 7.1.122 ἔνθεν γε ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶν προφητείας ὁμοίως ἐπιθεωρεῖν. 7.1.123 εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἱ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσδοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτούς, πῶς ὁ μέλλων ἥξειν κατ' αὐτοὺς «λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων», καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν καὶ μηκέτ' οὔσης, ἀλλὰ καὶ τῆς ὀνομαζομένης δυνάμεως ∆αμασκοῦ μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο. ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ' οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν. 7.1.124 οὐδεὶς γοῦν παρ' Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἡσαΐου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν ∆αμασκοῦ, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν, λαβὼν ἱστόρηται, 7.1.125 ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ' ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα. 7.1.126 Ἐγράφη δ' οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καινὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς διαθήκης λόγος τὴν γένεσιν περιέχων τοῦ τῆς προφήτιδος υἱοῦ, ὃς καὶ πρὸς λέξιν καὶ ∆αμασκοῦ καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν «σκῦλα Σαμαρείας» ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας παρέδωκεν· οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, «εἰς πρόσωπον» τοῦ δηλωθέντος «βασιλέως Ἀσσυρίων» κατεστήσατο. καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν, 7.1.127 τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας «τὸ πορευόμενον ἡσυχῆ», ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκεν βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι. 7.1.128 ἀνέβη γοῦν οὗτος «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ ἐπὶ «πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας» πάντα ἄρχοντα καὶ βασιλέα, «κεφαλὴν» ὀνομαζόμενον, καὶ πάντα «δυνατὸν συντελέσασθαί τι»· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε «κεφαλὴν» αὐτοὺς κεκτῆσθαι μήτε τινὰ «δυνατὸν» ἐν τοῖς θείοις, οἷος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ. 7.1.129 πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκεν, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἑβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα. 7.1.130 διὸ ἑξῆς ἐπιλέγεται· «μεθ' ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε». ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν εἰς αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ' ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκούσαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοικοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν «ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς»· 7.1.131 ἀλλ' ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν ἀπειθοῦσι τὰ ἑξῆς ἀποτείνεται λέγων· «ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός. οὕτως λέγει κύριος τῇ