180
τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαί ζηλον τῶν ὑψηλῶν τε καὶ μεγάλων ἁρμοδιώτερον οἴεσθαι. 3.1.137 οὐκοῦν εἰ μέν τινα ταύτης μεγαλοφυεστέραν διάνοιαν ἐξευ ρίσκουσιν, ὡς ἀνάξιον εἶναι δοκεῖν περὶ τοῦ μονογενοῦς νοεῖν τὸ ἐκ τῆς φύσεως τοῦ πατρὸς αὐτὸν εἶναι, εἰπάτωσαν εἴ τι γινώσκουσι κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον, ὥστε πρὸς ἐκεῖνο τὸν μονο γενῆ θεὸν ἐπάραντας τῆς πρὸς τὸν πατέρα σχέσεως αὐτὸν ὑπερᾶραι· εἰ δὲ παντὸς ὕψους ὑπέρκειται καὶ πᾶσαν δύ ναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγα λεῖον, τίς ὑπολείπεται λόγος ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ 3.1.138 υἱοῦ κλήσεως τὴν ἑρμηνείαν; ἐπειδὴ τοίνυν ὁμολογεῖται πᾶσαν περὶ τοῦ μονογενοῦς σημαντικὴν λέξιν, κἂν ἐκ τῆς κάτω συνηθείας ὀνομάζηται, πρὸς τὸ μεγαλειότερον ταῖς ἐννοίαις μετατεθεῖσαν κυρίως λέγεσθαι, δείκνυται δὲ μὴ δύνασθαί τινα μεγαλοφυεστέραν ἔννοιαν τῆς τοῦ υἱοῦ προση γορίας εὑρεῖν ταύτης, ἣ τὸ γνήσιον πρὸς τὸν γεγεννηκότα παρίστησι, οὐδὲν οἶμαι χρῆναι πλέον ἐπιδιατρίβειν τῷ τόπῳ, ἱκανῶς διὰ τῶν εἰρημένων ἀποδειχθέντος ὅτι οὐ προσήκει καθ' ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν μεθερμηνεύεσθαι. 3.1.139 Ἀλλ' ἐπὶ τὸ βιβλίον πάλιν ἐπανακτέον τὴν θεωρίαν. οὐκ ἔστι τῶν αὐτῶν τὸν γεννητὸν 20γέννημα λέγειν μὴ παραιτεῖσθαι20 (τοῖς γὰρ ἐκείνων χρήσομαι ῥήμασιν), 20τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰ κειουμένης σχέσιν20, καὶ πάλιν μετατιθέναι τὰς προσ φυεῖς ὀνομασίας εἰς τροπικὰς μεταλήψεις· ὥστε δυοῖν θάτε ρον, ἢ τὸ πρότερον τῶν ἐπιχειρημάτων αὐτοῖς διαπέπτωκε καὶ μάτην καταφεύγουσι πρὸς τὴν ἐκ φύσεως τάξιν εἰς κατα σκευὴν τοῦ δεῖν 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἢ εἰ τοῦτο κατὰ τὸ προσῆκον λέγεται, ὁ ἕτερος λόγος ὑπὸ τῶν προκατεσκευασμένων διαλυθήσεται. ὁ γὰρ διὰ τὸ γεν νηθῆναι 20γέννημα20 κατ' ἐκείνους λεγόμενος δι' αὐτὸ τοῦτο 3.1.140 20ποίημα20 καὶ 20κτίσμα20 λέγεσθαι φύσιν οὐκ ἔχει. πλεῖστον γὰρ δήπου διενήνοχεν ἑκατέρου τῶν ὀνομάτων τὸ σημαινό μενον, καὶ προσήκει τὸν λελογισμένως ταῖς φωναῖς κεχρη μένον πρὸς τὸ ὑποκείμενον βλέποντα κεχρῆσθαι τοῖς ῥή μασιν, ὡς ἂν μή τινα σύγχυσιν περὶ τὰς ἐννοίας πάθοιμεν, ἀνοικείως τοῖς σημαινομένοις τὰς φωνὰς ἐπαλλάσσοντες. διὰ τοῦτο τεχνίτου μὲν ἔργον τὸ διὰ τῆς τέχνης ἀπεργασθὲν ὀνομάζομεν, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ ἐκείνου φύντα προσ αγορεύομεν, οὔτε δὲ τὸ ἔργον υἱὸν οὔτε τὸν υἱὸν ἔργον τῶν σωφρονούντων εἴποι τις ἄν· συγχέοντος γάρ ἐστι καὶ ἀνα θολοῦντος ἐν τῇ πεπλανημένῃ τῶν ὀνομάτων χρήσει τὴν 3.1.141 ἀληθῆ σημασίαν. ὥστε τῶν δύο τούτων τὸ ἕτερον ἐπὶ τοῦ μονογενοῦς ἀληθεύειν ἐπάναγκες, εἰ μὲν υἱός ἐστιν, 20κτίσμα20 μὴ λέγεσθαι, εἰ δὲ κτιστός, τῆς τοῦ υἱοῦ προσηγορίας ἀλ λοτριοῦσθαι, καθάπερ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ τὰ καθ' ἕκαστον πάντα κτίσματα ὄντα τὴν τοῦ υἱοῦ κλῆσιν οὐχ ὑποδύεται. ἀλλ' ἐπειδὴ μαρτυρεῖ γεννητὸν εἶναι τὸν μονογενῆ θεὸν ὁ Εὐνόμιος, ἰσχυροτέρα δὲ πρὸς τὴν τῆς ἀληθείας σύστασιν ἡ τῶν ἐχθρῶν μαρτυρία, καὶ τὸ μὴ κτιστὸν εἶναι πάντως διὰ τοῦ τὸ γεννητὸν εἰπεῖν εἶναι συνεμαρτύρησεν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. πολλῶν γὰρ ἡμῖν λόγων ἐπιρρεόντων, ὡς ἂν μὴ τὸ πλῆθος εἰς ἀμετρίαν ἐκπέσοι, τούτοις περὶ τῶν προτεθέντων ἀρ κεσθησόμεθα. 3.2.1 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιο λογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγραφη θέντα λόγον αὐτῷ κατὰ τῆς ἀληθείας)· 20τίς γὰρ οὕτως ἀμελὴς καὶ τῆς τῶν ὄντων φύσεως ἀνεπίσκε πτος, ὡς ἀγνοεῖν ὅτι τῶν σωμάτων, ὅσα περὶ γῆν ἐν τῷ γεννᾶν καὶ γεννᾶσθαι, ποιεῖν τε καὶ πάσχειν ἐξεταζόμενα τά τε γεννῶντα μεταδί δωσι τῆς ἰδίας οὐσίας καὶ τὰ γεννώμενα τῆς αὐτῆς μεταλαμβάνειν πέφυκεν, ἅτε κοινῆς οὔσης τῆς ὑλικῆς αἰτίας καὶ τῆς ἔξωθεν ἐπιρρεούσης χορηγίας, τά τε γεννώμενα γεν νᾶται κατὰ πάθος καὶ τὰ γεννῶντα κατὰ φύσιν οὐ καθαρὰν ἴσχει τὴν ἐνέργειαν διὰ τὸ παν