1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

181

ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν». 7.1.132 δι' ὧν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολεμεῖν τὸν μεθ' ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ' ἡμῶν «οὐ μὴ ἐμμείνῃ» αὐτοῖς, διὰ τὸ μεθ' ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι, τὰς καθ' ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεις συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ' ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος. 7.1.133 γʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς», καὶ τὰ ἑξῆς. 7.1.134 οἷς ἐπιλέγει· «ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον ∆αβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα.» 7.1.135 Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοῦ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι' ὅσων οὗτος καὶ ὅπως παρίσταται· ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος, δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου, τρίτον ὁ μετὰ χεῖρας εἷς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις. καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα «μεγάλης βουλῆς ἄγγελος», καὶ ὥς τινα τῶν ἀντιγράφων ἔχει, «θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος», 7.1.136 κατὰ δὲ τὸ Ἑβραϊκόν, ὡς ὁ μὲν Ἀκύλας φησίν· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ' ὤμου αὐτοῦ. καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας», 7.1.137 ὡς δὲ ὁ Σύμμαχος· «νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν πέρας». 7.1.138 οὐκοῦν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα ἀλλὰ «τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ θεὸς ἰσχυρός, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρός, καὶ ἀρχιστάτηγον δυνάμεως κυρίου. 7.1.139 τίς δ' ἂν οὖν γένοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερομένας παρ' Ἑβραίοις μαρτυρίας ἐν ἀνθρώποις γεννώμενος, καὶ «παιδίον» γινόμενος, «θαυμαστὸς σύμβουλος» καὶ «ἰσχυρός», «δυνατός», καὶ «πατὴρ ἔτι», καὶ «ἄρχων εἰρήνης», ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος, κατὰ δὲ τὸν Σύμμαχον «παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης», καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου, καὶ κατὰ Θεοδοτίωνα «θαυμαστῶς βουλεύων, ἰσχυρός, δυνάστης, πατήρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστιν πέρας»; 7.1.140 καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν,