181
3.2.2 τοίοις πάθεσι συνεζεῦχθαι τὴν φύσιν20. ὁρᾶτε πῶς πρεπόντως τοῦ ἐν ἀρχῇ ὄντος λόγου θεοῦ διαλαμβάνει τῇ θεωρίᾳ τὴν προαιώνιον γέννησιν ὁ τὴν τῶν ὄντων φύσιν δι' ἀκριβείας ἐπισκεπτόμενος, σώματα περὶ γῆν καὶ ὑλικὴν αἰτίαν καὶ πάθος γεννώντων τε καὶ γεννωμένων καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν ἐρυθριάσειεν ἄν τις τῶν νοῦν ἐχόντων, κἂν περὶ ἡμῶν λέγηται, στηλιτευομένης τῷ λόγῳ τῆς ἐμ παθοῦς ἡμῶν φύσεως. ἀλλ' ἡ μὲν λαμπρὰ τοῦ λογογράφου 3.2.3 περὶ τοῦ μονογενοῦς θεοῦ φυσιολογία τοιαύτη. ἡμεῖς δὲ τὸ σχετλιάζειν ἀφέντες (τί γὰρ ἂν καὶ πλέον ὁ στεναγμὸς ἡμῖν πρὸς κατάλυσιν τῆς τῶν ἐχθρῶν κακίας συναγωνίσαιτο;) τὸν νοῦν τῶν εἰρημένων, ὅπως ἂν οἷοί τε ὦμεν, δημοσιεύ σωμεν, περὶ ποίου γεννήματος ἡ θεωρία προὔκειτο, τοῦ κατὰ σάρκα συνισταμένου ἢ τοῦ κατὰ τὸν μονογενῆ θεόν. 3.2.4 διπλῆς γὰρ οὔσης τῆς θεωρίας, ἐπί τε τῆς θείας καὶ ἁπλῆς καὶ ἀΰλου ζωῆς καὶ ἐπὶ τῆς ὑλικῆς τε καὶ ἐμπαθοῦς ὑποστάσεως, καὶ ὁμοίως λεγομένης ἐπ' ἀμφοῖν τῆς γεννή σεως ἀναγκαῖον ἂν εἴη τρανὴν καὶ ἀσύγχυτον τὴν δια στολὴν τῶν σημαινομένων ποιήσασθαι, μή πη τὴν ἀλήθειαν ἡ τῆς γεννήσεως ὁμωνυμία παραλογίσηται. ἐπειδὴ τοίνυν ἡ μὲν διὰ σαρκὸς εἰς τὸ εἶναι πάροδος ὑλική τίς ἐστι καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον καὶ ἀναφὲς καὶ ἀνείδεον καὶ τῆς ὑλώδους ἐπιμιξίας ἐλεύθερον πάσης δια θέσεως ἐμπαθοῦς ἠλλοτρίωται, θεωρῆσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀκηράτου καὶ θείας 3.2.5 ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώσης. ἀλλ' οὐκ ἄν τις ἀντείποι τὸ μὴ [περὶ] τοῦ μονογενοῦς θεοῦ τὴν προαιώνιον ὕπαρξιν προκεῖσθαι τῇ θεωρίᾳ τοῦ λόγου. τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ, ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ καταρρυπαίνων τὴν φύσιν καὶ τὰ περὶ τὴν ἀνθρω πίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκει μένην ὑπόθεσιν; οὐ γὰρ τὴν ζῳώδη ταύτην γέννησιν τὴν 3.2.6 διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα. τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἑαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώ πινον ἄλλον ἑρμηνέα τῆς ἑαυτοῦ ζητεῖν φύσεως καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη, ὅσα τῇ γεννήσει συνθεωρεῖται τοῦ σώματος, ὅτι ἄλλως μὲν ὁ τίκτων, ἑτέρως δὲ τὸ τικτό μενον ἐν πάθει γίνεται, ὡς ἂν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτός τε διὰ πάθους γεννᾷ καὶ 3.2.7 πάθος αὐτῷ τῆς γεννήσεως ἤρξατο; ταῦτα γὰρ καὶ σιω πώμενα καὶ λεγόμενα τὸ ἴσον ἔχει, κἄν τις διεξίῃ δημο σιεύων τὰ κρύφια, κἂν συγκαλύπτῃ [τῇ] σιωπῇ τὰ ἀπόρ ρητα, τὸ διὰ πάθους προϊέναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοή σαμεν. ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς τε καὶ ἀφράστου τοῦ μονογενοῦς ὑπάρξεως, καθ' ἣν ἐκ τοῦ πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον. 3.2.8 Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως ὁ καινὸς θεολόγος ῥεῦσιν καὶ πάθος καὶ ὑλικὴν αἰτίαν καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν καὶ ἔξωθεν ἐπιρρέουσαν χορηγίαν καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προστίθησιν, οὐκ οἶδα τί παθὼν ὁ τῷ ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλήπτων ἔξω τῆς ἑαυτοῦ γνώσεως καταλείπεσθαι λέ γων καὶ τὴν ἄρρητον τοῦ υἱοῦ γέννησιν ἑρμηνεύειν ἐπαγγελ λόμενος, ἀποστὰς τῶν προκειμένων ἐγχέλυος δίκην εἰς τὸν ἰλυώδη βόρβορον τῶν λογισμῶν καταδύεται κατὰ τὸν νυ κτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρᾳ κόπον τοῖς λογι σμοῖς κατεσύρετο, καὶ πῶς ἂν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο διηπόρει λέγων Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τῷ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνου πάλιν κυοφορηθῆναι μητρῴου τὴν πνευματικὴν γέννησιν διε 3.2.9 λέγξειν ἀσύστατον. ἀλλὰ κἀκείνου τὴν πεπλανημένην ὑπό ληψιν διορθοῦται ὁ κύριος, ἄμικτα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα, καὶ οὗτος ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθούσθω. δεῖ γὰρ οἶμαι τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκεί μενον, μὴ διὰ τῆς τῶν ὑλικῶν κατηγορίας διαβάλλειν τὸν ἄϋλον. εἰ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τικτομένων οὐ καθαρεύει πάθους γεννῶν ἢ γεννώμενος, τί 3.2.10 τοῦτο