182
πρὸς τὴν ἀπαθῆ καὶ ἀκήρατον φύσιν; οὐδὲ γὰρ τὸ θνητοὺς ἡμᾶς εἶναι τὴν ἀθανασίαν τοῦ μονογενοῦς παρα γράφεται οὐδὲ ἡ πρὸς κακίαν τροπὴ τῶν ἀνθρώπων ἀμφί βολον ἐπὶ τῆς θείας φύσεως εἶναι παρασκευάζει τὸ ἄτρεπτον οὐδὲ ἄλλο τι τῶν ἡμετέρων καὶ ἐπὶ τὸν θεὸν μεταφέρεται, ἀλλά τις ἄμικτός ἐστι καὶ ἀκοινώνητος ἡ ἰδιότης τῆς ἀν θρωπίνης τε καὶ τῆς θείας ζωῆς καὶ παρήλλακται παντά πασι τὰ γνωριστικὰ ἰδιώματα, ὡς μήτε ταῦτα ἐπ' ἐκείνης μήτε τὸ ἔμπαλιν ἐπὶ ταύτης ἐκεῖνα καταλαμβάνεσθαι. 3.2.11 Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν οὔσης ἀμφισβητή σεως; ἀλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς 3.2.12 τὸ πάθος διαβολῇ περιγράψῃ τοῦ κυρίου τὴν γέννησιν. ἐφ' οἷς ἔγωγε τὸ κατὰ τὴν βλασφημίαν παρεὶς θαυμάζω τῆς ἀγχινοίας τὸν ἄνθρωπον, πῶς μέμνηται τῆς οἰκείας σπου δῆς, ὃς τὸ δεῖν γέννημα τὸν υἱὸν καὶ εἶναι καὶ λέγεσθαι διὰ τῶν προειρημένων κατασκευάσας νῦν περὶ τοῦ μὴ χρῆναι γέννησιν περὶ αὐτὸν νοεῖν ἀγωνίζεται. εἰ γὰρ πᾶσα γέν νησις, καθὼς οὗτος οἴεται, συνεζευγμένην ἔχει τὴν κατὰ τὸ πάθος διάθεσιν, ἀνάγκη πᾶσα διὰ τούτων ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριοῦται πάντως καὶ τῆς γεννήσεως. εἰ γὰρ ταῦτα μετ' ἀλλήλων συνημμένως νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ' ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι. 3.2.13 πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει τὸν ὅτι οὐκ ἐγεν νήθη διὰ τῶν νῦν παρ' αὐτοῦ λεγομένων ἀποδεικνύμενον, καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιΐας, ἀλλὰ γεγεννῆσθαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔννοιαν ταύτην εἰς ὀνόματος τύπον, ὥστε 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀψύχων ἢ ἐπὶ τῶν εἰς εἰκόνα πο 3.2.14 νηρίας παρειλημμένων ὑπὸ τῆς γραφῆς τεταγμένης; ἀλλ' ὅταν μὲν παρ' ἡμῶν λέγηται τὸ δεῖν σιωπᾶσθαι τὴν φωνὴν τοῦ 20γεννήματος20, τὴν ἄμαχον ἐκείνην ῥητορικὴν προ χειρίζεται, συμπαραλαμβάνων εἰς συμμαχίαν καὶ τὴν γραμ ματικὴν ψυχρολογίαν καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς εἴτε παρωνυμίας εἴτε οὐκ οἶδ' ὅπως δὴ λέγειν ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμοὺς συμ περαίνει 20γέννημα20 τὸν γεννηθέντα λέγειν οὐ παραιτού 3.2.15 μενος. ἐπειδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔν νοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνενδεικνυμένου, πάλιν ἀνατίθεται τὰς ἰδίας φωνὰς καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ 20γέννημα20 διατείνεται, τῇ ῥυ πώσῃ φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαράν τε καὶ θείαν καὶ ἀπαθῆ τοῦ κυρίου παραγραφόμενος γέννησιν, ὡς οὐκ ἐνδεχόμενον τὰ δύο κατὰ ταὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τό τε πρὸς τὸν πατέρα γνήσιον καὶ τὴν ἀπά θειαν τῆς φύσεως, ἀλλ' εἰ μὲν τὸ ἀπαθὲς εἴη, μὴ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνήσιόν τις ὁμολογοίη, καὶ πάθος τῇ γεννήσει πάντως συμπαραδέχεσθαι. 3.2.16 Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βρονταία φωνὴ τὸ τῆς θεολογίας κηρύσσει μυστήριον, ὃς καὶ υἱὸν ὀνομάζει θεοῦ καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκ καθαίρει τὸ κήρυγμα. ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ εὐαγγελίου. ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμήθεια τοῦ μή τινα τῶν ἀκουόντων εἰς τα πεινὰς ὑπολήψεις καταπεσεῖν, πρὸς ἀτόπους τινὰς ὑπονοίας 3.2.17 ἐξ ἀμαθίας ὑπολισθήσαντα. ὡς γὰρ ἂν μάλιστα πόρρω πάθους ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ υἱὸν εἶπεν ἐν προοιμίοις, οὐ πατέρα, οὐ γέννησιν, ἵνα μή τις ἐν πρώ τοις ἢ πατρὸς ἀκούσας κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ υἱὸν μαθὼν κηρυσσόμενον κατὰ τὴν ὧδε συνήθειαν νοήσῃ τὸ ὄνομα, ἢ προσπταίσῃ τῷ ῥήματι τῆς γεννήσεως ὡς λίθῳ προσκόμματος· ἀλλ' ἀντὶ μὲν πατρὸς ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη τὸ ἦν, ἀντὶ δὲ τοῦ υἱοῦ τὸν λόγον, καί φησιν Ἐν ἀρχῇ ἦν ὁ λόγος. ποῖον ἐν τούτοις πάθος, εἰπέ μοι, ἀρχὴ καὶ ἦν καὶ