183
λόγος; μὴ πάθος ἡ ἀρχή; μὴ ἐν πάθει τὸ ἦν; μὴ διὰ πάθους 3.2.18 ὁ λόγος; ἢ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεμφαίνεται τῷ κηρύγματι; καίτοι γε πῶς ἂν ἑτέρως μᾶλλον διαφανείη τὸ κατ' οὐσίαν κοινόν τε καὶ γνήσιον καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχὴν ἢ διὰ τούτων τῶν λόγων; οὐ γὰρ εἶπεν ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ λόγος, ἵνα μή τινι παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξῃ τὸν λόγον, ἀλλ' ὁμοῦ τῇ ἀρχῇ καὶ τὸν ἐν τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ λόγου τὸ ἦν, ἵνα μὴ ἐφυστερήσῃ μετὰ τὴν ἀρχὴν ὁ λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ' ἑαυτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνεισελθών. 3.2.19 Εἶτά φησι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἔτι δέ δοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον, ἔτι φοβεῖται ἡμῶν τὸ νηπιῶδές τε καὶ ἀπαίδευτον, οὔπω καταπιστεύει τῇ ἀκοῇ τὴν τοῦ πατρὸς προσηγορίαν, ἵνα μή τις τῶν σαρκωδεστέρων πατέρα μαθὼν καὶ μητέρα κατὰ τὸ ἀκό λουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. ἀλλ' οὐδέπω οὐδὲ υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἔτι ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μή τις υἱὸν ἀκούσας 3.2.20 ἐξανθρωπίσῃ τὸ θεῖον δι' ἐμπαθοῦς ὑπολήψεως. διὰ τοῦτο ἐπαναλαμβάνων τὸ κήρυγμα λόγον πάλιν ὠνόμασε, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. ὡς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει, οὕτως κἀκεῖ λόγον ἀκούσας καὶ τὸ ἔκ τινος νοήσεις καὶ οὐ νοήσεις τὸ πάθος. διὰ τοῦτό φησιν ἀναλαβὼν πάλιν τὸ κήρυγμα Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ὢ πῶς παρα μετρεῖ τῷ θεῷ τὸν λόγον, μᾶλλον δὲ πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἄπειρον· ὁ λόγος ἦν πρὸς τὸν θεόν, πρὸς ὅλον τὸν θεὸν πάντως ὅλος ὁ λόγος. οὐκοῦν ὅσος ὁ θεός, τοσοῦτος δηλαδὴ καὶ ὁ λόγος ὁ πρὸς αὐτὸν ὤν, ὥστε εἰ ὁ θεὸς περιώρισται, καὶ ὁ λόγος πάντως ἐν ὅρῳ, εἰ δὲ τοῦ θεοῦ ἡ ἀπειρία διαβαίνει τὸν ὅρον, οὐδὲ ὁ τούτῳ συνθεωρούμενος 3.2.21 λόγος ὅροις καὶ μέτροις διαλαμβάνεται. οὐ γὰρ ἄν τις εἴποι μὴ πάσῃ τοῦ πατρὸς τῇ θεότητι συνθεωρεῖσθαι τὸν λόγον, ὡς ἂν μὴ τοῦ θεοῦ τὸ μὲν ἐν λόγῳ εἴη, τὸ δὲ γυμνὸν τοῦ λόγου ἐλέγχοιτο. πάλιν ἡ πνευματικὴ τοῦ Ἰωάννου φωνή, πάλιν τῶν νηπιαζόντων τιθηνεῖται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ κηρύγματι· οὔπω τοσοῦτον ηὐξήθημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς υἱὸν ἀκούσαντες ἀνολίσθητοι μεῖναι διὰ τῆς 3.2.22 συνήθους ἐμφάσεως. διὰ τοῦτο πάλιν ὁ κήρυξ ἀναβοῶν ἐν τῇ τρίτῃ φωνῇ ἔτι λόγον, οὐχ υἱὸν ἀνεκήρυξεν εἰπὼν Καὶ θεὸς ἦν ὁ λόγος. πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστι λέγει, διὰ τῆς τρίτης ἐπαναλήψεως τελειῶν τὸν σκοπὸν τοῦ κηρύγματος. οὐ γὰρ λόγον, φησί, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμένων, ἀλλὰ θεὸν κηρύσσω ἐν τῷ τοῦ λόγου προσρήματι· οὗτος γὰρ ὁ λόγος, ὃς ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν 3.2.23 θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς θεὸς ἦν. καὶ συνεχῶς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωνίαις ὁ κήρυξ τοῦτον λέγει τὸν θεόν, τὸν ἐν τῷ κηρύγματι προδηλούμενον, τοῦτον εἶναι δι' οὗ τὰ πάντα ἐγένετο καὶ ζωὴν εἶναι καὶ φῶς ἀνθρώπων καὶ φῶς ἀληθινὸν ἐν σκοτίᾳ λάμπον καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαυρούμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον καὶ σάρκα γενόμενον καὶ διὰ τῆς σαρκὸς τῇ ἀνθρωπίνῃ κατασκηνοῦντα φύσει. καὶ τοσαῦτα προδιεξελθὼν καὶ τοιαῦτα τότε πατέρα λέγει καὶ μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῷ διὰ το σούτων κεκαθαρμένῳ πρός τινα ῥυπῶσαν κατολισθῆσαι διά νοιαν ἐκ τῆς τοῦ πατρὸς σημασίας. Ἐθεασάμεθα γάρ, φησί, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3.2.24 Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἰπὲ τὰ σοφά σου ταῦτα, Εὐνόμιε, ὅτι πῶς πατέρα καὶ πῶς μονογενῆ κατονο μάζεις τῷ λόγῳ, πάσης σωματικῆς γεννήσεως διὰ πάθους ἐνεργουμένης; ἀποκρίνεταί σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλή θεια, ὅτι ἄλλο θεολογίας ἐστὶ μυστήριον καὶ ἄλλη τῶν ῥευστῶν σωμάτων φυσιολογία. πολλῷ τῷ μέσῳ ἀπ' ἀλλή λων ταῦτα διατετείχισται. τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἄμικτα; πῶς τῷ ῥυπῶντι λόγῳ τὸ