184
θεῷ; ἐκ τοίνυν τῆς Βηθλεέμ χωρίον δέ ἐστιν τῆς Ἰουδαίας οὐ πόρρω τῆς Ἱερουσαλὴμ διεστώς, λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι, οὐδὲ ἕτερον ἐνθένδε ἢ μόνον τὸν ∆αβὶδ εὕρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ' ἐκεῖνον τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἕτερον δὲ παρὰ τούτους οὐδένα. 7.2.4 ἀλλ' ὁ μὲν ∆αβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσιν τῆς προρρήσεως· ἀλλ' οὐδὲ ἀφ' «ἡμερῶν αἰῶνος» οὗτος τὰς ἐξόδους πεποίητο. οὐκοῦν λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενόμενον, τὸν ἀληθῶς Ἐμμανουήλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον, καὶ «μεθ' ἡμῶν θεὸν» λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ' αὐτὴν παραδόξων. 7.2.5 Γράφει γοῦν ὁ Λουκᾶς, τοῦτον ἱστορῶν τὸν τρόπον· «ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου τοῦ ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ, ἀπογράψασθαι σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, 7.2.6 καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα θεοῦ περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 7.2.7 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ἐν πόλει ∆αβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. 7.2.8 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 7.2.9 καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαρίαν καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.» 7.2.10 ταῦτα μὲν ὁ Λουκᾶς, καὶ ὁ Ματθαῖος δέ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ' αὐτοῦ. 7.2.11 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. 7.2.12 καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀναγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ