184
καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνο λογεῖς τὸ ἀσώματον; μὴ ἐκ τῶν κάτω φυσιολόγει τὰ ἄνω. 3.2.25 υἱὸν θεοῦ κηρύσσω τὸν κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γάρ, φησίν, ὁ υἱός μου ὁ ἀγαπητός. οὐ μὴν ἐπειδὴ υἱὸν ἐδιδάχθην, πρὸς τὰς ὧδε τοῦ υἱοῦ σημασίας καθειλ κύσθην ἐκ τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς οἶδα καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω, ὅτι οἶδά τινα καὶ σωματικὴν γέν νησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδῆ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν ἀπε λεγχθῆναι, εἴπερ εὑρεθείη σώματος τόκος πάθος οὐ προσ 3.2.26 δεξάμενος. εἰπὲ γάρ, ἐγένετο σὰρξ ὁ λόγος ἢ οὐχί; οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. γέγονε τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνούμενος. πῶς οὖν ἐφανερώθη ἐν σαρκὶ ὁ θεός; διὰ τόκου πάντως ἐρεῖς. ποίου οὖν τούτου μνησθείς; ἢ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύ ματος ἁγίου ἦν καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε καὶ οὐδὲν ἧττον ἡ ἀφθαρσία συνδιεφυ 3.2.27 λάχθη τῷ τόκῳ. εἶτα τὴν μὲν ἐκ γυναικὸς γέννησιν κα θαρὰν πάθους εἶναι πιστεύεις, εἴγε πιστεύεις, τὴν δὲ θείαν τε καὶ ἀκήρατον ἐκ τοῦ πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν; ἀλλ' οἶδα σαφῶς ὅτι οὐχὶ τὸ πάθος αὐτῷ φευκτόν ἐστιν ἐν τῷ δόγματι, ὃ μηδὲ τὴν ἀρχὴν ἐνορᾷ τῇ θείᾳ τε καὶ ἀκηράτῳ φύσει· ἀλλ' ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθείη τῆς κτί σεως, ταῦτα κατασκευάζει πρὸς ἄρνησιν τοῦ μονογενοῦς θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβείᾳ συνεργῷ χρώμενος. 3.2.28 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων 20γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβλη θεῖσαν, οὐ κατὰ ῥεῦσιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοί ωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. τίς γὰρ ἀγνοεῖ [διὰ τούτων] τῶν μὴ παντελῶς μεμυκότων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ υἱὸς εἶναι διὰ τῶν 3.2.29 εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; τί γὰρ κωλύει ταῦτα πάντα, καθώς ἐστιν, ἐπὶ λέξεως καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν; καὶ εἰ δοκεῖ, συναρμόσωμέν τινι τῶν κατὰ τὴν κτίσιν φαι νομένων τὸν λόγον, κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχῃ, καθ' ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξοίσομεν ὡς ἐπηρεαστικῶς καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξετα ζόντων τὸν λόγον. ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ υἱοῦ 3.2.30 τὸν ὅλον ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον. 20φαμὲν γὰρ γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ' ἔκτασιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίω σιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. μή τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς γῆς ὑπόστασιν ἀναρμοστία; 3.2.31 οὐδένα ἂν οἶμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ θεὸς τὴν γῆν προεβάλετο οὔτε ῥυεὶς ἢ τεμὼν ἑαυτὸν τῆς πρὸς ἑαυτὸν συμφυΐας τὴν οὐσίαν ταύτης ὑπέστησεν οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἐτε λείωσεν οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστὰς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη, ἀλλ' ἤρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις· Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπᾴδειν τῆς κατὰ τὴν γῆν ὑποστάσεως. εἰ οὖν ἐπὶ τῶν 3.2.32 μορίων τοῦ κόσμου ταῦτα λέγειν ἀληθές ἐστι, τίς ἔτι λεί πεται περὶ τοῦ δόγματος τῶν ἐναντίων ἀμφιβολία, ὅτι μέχρι ῥημάτων τὸν υἱὸν ὀνομάζοντες ἓν τῶν διὰ κτίσεως γεγονό των εἶναι κατασκευάζουσι, μόνοις τοῖς κατὰ τὴν τάξιν πρε 3.2.33 σβείοις προτεταγμένον τῶν ἄλλων; καθάπερ ἐπὶ τῆς χαλ κευτικῆς ἔστιν εἰπεῖν πάντα μὲν ἐκ ταύτης εἶναι τὰ ἐκ σιδήρου κατασκευάσματα, προγεγενῆσθαι δὲ τῆς τῶν λοιπῶν ἀπεργασίας τό τε τῆς πυράγρας καὶ τὸ τῆς σφύρας ὄρ γανον, δι' ὧν τυποῦται