1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

185

ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 7.2.13 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.» 7.2.14 Ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὲμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὸ τῆς προφητείας δηλούμενον. 7.2.15 καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦντες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ, πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ' οἷς ἡ προφητεία φησίν· «διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν». 7.2.16 ἀκολούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην καὶ προφήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς «μεγάλης βουλῆς ἄγγελον» ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας «ἕως καιροῦ τικτούσης», τοῦτ' ἔστιν ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ' ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία. «οἱ» δὲ «ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν» οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι' ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς «ἕως ἄκρου τῆς γῆς». ἐμεγαλύνθησαν γὰρ ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ' αὐτῶν». 7.2.17 πρόδηλον δὲ καὶ ὁποῖον μέγα «ποίμνιον» καθ' ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι' ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν «ἐν ἰσχύι» λέγεται, ὥστε «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ» πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων. 7.2.18 Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχειν τὸν τρόπον. τὴν δ' ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι, δι' ὧν ἔλεγεν· «ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται», καὶ τὰ ἑξῆς. 7.2.19 οἷς ἐπιλέγων ἔφασκεν· «δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ». σαφὲς δὲ καὶ ἀπὸ τῶν ἑξῆς τοῦ αὐτοῦ προφήτου, ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοῦ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ' οὖν ἑξῆς· «καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοὶ πολλοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου». 7.2.20 διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου ἀλλὰ ἀθρόως πάντων ἀνθρώπων ἕως καὶ τῶν «ἄκρων τῆς γῆς» ἄρξειν αὐτόν φησιν. λέγει δ' οὖν· «καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται