186
αὕτη εἰρήνη». 7.2.21 τίνι δὲ «ἔσται αὕτη εἰρήνη» ἀλλ' ἢ τῇ γῇ, ἐν ᾗ «μεγαλυνθήσονται» τὰ ποίμνια τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, παντί τῳ πρόδηλον. 7.2.22 πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρχίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δέ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσιν καὶ πόλεων πόλεσιν, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει, διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν· «διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρου τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη». 7.2.23 ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης», δι' ὅ μοι δοκεῖ «ἄρχων εἰρήνης» ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μήν, τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ. 7.2.24 ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο, ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι' ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ «ἡγούμενος» ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνήθως τῆς ἱερᾶς γραφῆς τὸν ἀληθῆ Ἰσραὴλ κατὰ διάνοιαν πάντα τὸν διορατικὸν καὶ ἀρεστῶς θεῷ βιοῦντα ἐπονομαζούσης, ὡς ἔμπαλιν τοὺς ἐκ περιτομῆς, ὁπόθ' ἁμαρτάνοιεν. Χαναναίους καὶ «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ἄρχοντάς τε Σοδόμων καὶ λαὸν Γομόρρας ἐμφερῶς αὐτῶν τοῖς τρόποις ἀποκαλούσης. 7.2.25 ἄλλως δὲ πρὸς λέξιν ἡ πᾶσα τοῦ σωτῆρος ἡμῶν διατριβὴ παρὰ τῷ Ἰουδαίων ἔθνει γέγονεν, καὶ πολλῶν γε τοῦ Ἰσραὴλ ἡγήσατο, ὅσοι δὴ ἔγνωσαν αὐτὸν καὶ εἰς αὐτὸν πεπιστεύκασιν τῶν ἐκ περιτομῆς. 7.2.26 Καὶ τὸ μὲν τῆς ἐκτεθείσης προρρήσεως τοιαύτην εἴληφεν τὴν ἔκβασιν· τὰ δὲ ἑξῆς ἀφ' ἑτέρας ἀναγνωστέον ἀρχῆς, οὕτως ἔχοντα· «Ἀσσύριος ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ τοῦ παρόντος τυγχάνει διηγήσασθαι καιροῦ. 7.2.27 εἴποι δ' ἄν τις μετὰ τὴν Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν ἐπιδημίαν, καθ' ἣν εἷλον τὸ Ἰουδαίων ἔθνος, τοσαύτας ἐπαναστάσεις κατ' αὐτῶν γεγονέναι, ὅσαι δηλοῦνται διὰ τῶν ἑπτὰ ποιμένων καὶ διὰ τῶν ὀκτὼ δηγμάτων ταῦτα δὲ δύνασθαι εἰδέναι τοὺς τὰ Ἀσσυρίων ἱστορηκότας, ὧν ἐπὶ τέλει τὸν ἐκ τῆς Βηθλεὲμ προφητευόμενον γεγονέναι, μετὰ τοὺς ἑπτὰ δηλαδὴ ποιμένας καὶ τὰ ὀκτὼ δήγματα, τοῖς Ἀσσυρίοις συμβάντα ἐν ὑστέροις χρόνοις τῆς εἰς τὴν Ἰουδαίαν αὐτῶν ἐφόδου. ταῦτα δὲ πλείστης ἐρεύνης δεόμενα οὐ νῦν πολυπραγμονεῖν καιρός. 7.2.28 εʹ. Ἀπὸ Ψαλμοῦ ρλαʹ. «Μνήσθητι, κύριε, τοῦ ∆αβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ, εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», 7.2.29 εἶθ' ἑξῆς ἐπιλέγει· «ἕνεκεν ∆αβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσεν κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ