187
αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», 7.2.30 καὶ ἐπιφέρει τούτοις λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου». 7.2.31 Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δ' οὖν αὐτὸ καὶ ὁ ∆αβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θεοῦ μαθεῖν, εἶτ' εὐξάμενος παιδεύεται. 7.2.32 ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», καὶ αὖθις «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», εἰκότως προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ' ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσιν τῷ θεῷ, μὴ πρότερον εἰσελεύσεσθαι «εἰς σκήνωμα οἴκου» αὐτοῦ, μηδὲ δώσειν «τοῖς ὀφθαλμοῖς» αὐτοῦ «ὕπνον» καὶ «τοῖς βλεφάροις» αὐτοῦ «νυσταγμόν», μηδὲ ἀναβήσεσθαι «ἐπὶ κλίνης στρωμνῆς» αὐτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἔστ' ἂν εὕρῃ «τόπον τῷ κυρίῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακώβ», τοῦτ' ἔστιν ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ. 7.2.33 εὐξάμενος δὲ καὶ τοιαῦτα γνῶναι ποθήσας, οὐκ εἰς μακρὸν τῷ θείῳ πνεύματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοῦ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι. 7.2.34 ἐπακουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηθλεὲμ ἐπιφωνοῦντος αὐτῷ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὐτοῦ ἐπακούσας ἐπιλέγει· «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά». - 7.2.35 Ἐφραθὰ δὲ ἡ αὐτή ἐστιν τῇ Βηθλεέμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς. Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται, ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἱπποδρόμῳ «Ἐφραθά, αὕτη ἐστὶ Βηθλεέμ». 7.2.36 καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχεν προφητεία· «καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά». -»ἰδού», φησίν, «ἠκούσαμεν αὐτήν», δῆλον δ' ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοῦ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ' ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ ὡς ἐν σκηνώματι ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσεν; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς «τοῦ θεοῦ Ἰακὼβ» λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἶναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεόν, δι' ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, «ὁρῶν θεὸν» τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα προσαγορευθείς· οὐκ ἄλλον δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρε στήσαμεν. 7.2.37 ἐδείχθη τοιγαροῦν τῷ ∆αβίδ, εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα, ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος. διόπερ εἰπὼν «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά», ἐπιφέρει λέγων· «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». 7.2.38 σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθά, ἥτις ἐστὶν ἡ Βηθλεέμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος»· ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηθλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον. 7.2.39 οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης οὐδ' ἕτερός τις τῶν παρ' Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ ὁμοῦ καὶ «ἐκ σπέρματος ∆αβὶδ» καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται. 7.2.40 Ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν,