187
ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν σημαίνει τῷ λόγῳ, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ' ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος καὶ ὑπὸ τῶν 3.2.48 ἀγγέλων πάντων τῶν περὶ αὐτὸν προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης τῆς κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην, ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο, ἀλλ' ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν ἀγγέλων τὸ πλήρωμα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευ φραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν 3.2.49 εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐπὶ τοῖς ἀνασῳζομένοις ἐξ ἁμαρτίας, διότι μέχρι τοῦ νῦν συστενάζει ἡ κτίσις ἐκείνη καὶ συνω δίνει τῇ καθ' ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώλειαν, ὅταν ἡ ἀποκάλυψις γένηται τῶν υἱῶν τοῦ θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκοῦσι καὶ ἀπεκδέ χονται, καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον (ἡμεῖς δὲ πάντως ἐσμέν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρό βατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο), τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ προσάξουσι τῷ θεῷ τὴν προσκύνησιν τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀπο φοιτήσαντα. 3.2.50 Τούτων δὲ οὕτως ἡμῖν νοηθέντων οὐκέτ' ἄν τις περὶ τῶν λοιπῶν ἀμφιβάλλοι, ὅτου χάριν ἢ <ἐκ> νεκρῶν γίνεται πρωτότοκος ἢ κτίσεως ἢ ἐν πολλοῖς ἀδελφοῖς. πάντα γὰρ ταῦτα πρὸς τὸν αὐτὸν σκοπὸν βλέπει, κἂν ἑκάστῳ τι κατὰ τὸ ἰδιάζον ἐμφαίνηται νόημα. πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι' ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας 3.2.51 ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι' οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ' αὐτὸν γεν νωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνε λόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι' ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται, τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι' ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ' ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ' ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν 3.2.52 ἀνθρώπων γενεαῖς καθηγήσατο. εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν, ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς 3.2.53 παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ 3.2.54 κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν