188
ὅτι γε σαφῶς ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησιν δι' ὧν φησιν· «ἕνεκεν ∆αβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου», καὶ πάλιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου» 7.2.41 ποῦ δέ φησιν «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ» ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ ∆αβίδ, ὁ Χριστός, τὸ κατὰ σάρκα, οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος. 7.2.42 εἴη δ' ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτός, 7.2.42 τὸ ἀνθρώπειον σκῆνος, δι' οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν. 7.2.43 ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακώβ, ἀπ' ἀρχῆς καὶ «ἐξ ἡμερῶν» τυγχάνοντα «αἰῶνος», ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηθήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ' ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ' ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας ἀνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἁπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται. 7.2.44 ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ «οἶκος ἄρτου», φερώνυμος οὖσα τοῦ προελθόντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν, ὄντος θεοῦ λόγου ψυχῶν λογικῶν θρεπτικοῦ, ὃ καὶ παρίστησιν αὐτὸς λέγων· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». 7.2.45 ἀλλ' ἐπειδὴ καὶ τοῦ ∆αβὶδ γέγονεν αὕτη πατρίς, εἰκότως καὶ ὁ «κατὰ σάρκα» γενόμενος υἱὸς ∆αβὶδ τὴν πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι' ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο. 7.2.46 Ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται καὶ πάλιν «Ναζωραῖος» κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα ἑβραϊκὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ' αὐτοῖς χριστοῦ ἦν δὲ οὗτος ὁ ἄρχων κατ' εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ, σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος· 7.2.47 ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως· «καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ», τὸ μὲν Ἑβραϊκὸν «ὅτι ναζὲρ ἔλαιον» περιέχει, ὁ δὲ Ἀκύλας· «ὅτι ἀφόρισμα ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ' αὐτῷ», ὁ δὲ Σύμμαχος· «ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ», ὁ δὲ Θεοδοτίων· «ὅτι τὸ ναζὲρ ἔλαιον τὸν χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ' αὐτῷ», 7.2.48 ὥστε εἶναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα «ἅγιον», κατὰ δὲ τὸν Ἀκύλαν «ἀφόρισμα», κατὰ δὲ τὸν Σύμμαχον «ἄθικτον», ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον ἢ τὸν ἀφωρισμένον ἢ τὸν ἄθικτον. ἀλλ' οἱ μὲν πάλαι ἱερεῖς δι' ἐλαίου σκευαστοῦ, τοῦ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγώγως ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι. 7.2.49 ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ' ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζὲρ ἐλαίου ναζιραῖος γεγονώς, ἀλλ' ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ' ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρέθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκεν. 7.2.50 διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ· «χρηματισθεὶς δὲ κατ' ὄναρ» δῆλον δ' ὅτι ὁ Ἰωσήφ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρά· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται». 7.2.51 ἔδει μὲν γὰρ αὐτόν, ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ' ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον ἐξ ἀνθρώπων, κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ' ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχεν τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου