188
οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος. ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωο ποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον 3.2.55 διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. πῶς <γὰρ> ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, μορφὴ [γὰρ] θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπερέ χουσαν φύσιν ὤν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς θεὸς ὢν πρωτότοκος πάσης κτίσεως γίνεται, μονογενὴς μὲν ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σῳζομένοις πρωτότοκος 3.2.56 τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. εἰ δέ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτό φασιν, ὅτι παρὰ τοῦ πατρὸς ὁμοίως ὅ τε υἱὸς καὶ τὰ πάντα ἐγένετο, ἀλλὰ 20ποίημα20 μὲν τοῦ πατρὸς τὸν 3.2.57 μονογενῆ θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα. ᾧ 3.2.57 τοίνυν λόγῳ κτισθῆναι τὸν υἱὸν δογματίζοντες πατέρα τοῦ κτίσματος τὸν θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς θεοῦ τὰ πάντα κατεσκευάσθαι λέ γοντες οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ πατέρα κυριώτερον αὐτὸν ὀνομάσουσι, τῆς αὐτῆς ἐπ' ἀμφο τέρων πρὸς τὰ κτίσματα σχέσεως τὴν αὐτὴν κατὰ τὸ ἀκό λουθον προσηγορίαν ποιούσης. εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων θεὸς οὐ πρωτότοκος, ἀλλὰ πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμά των πατὴρ ὁ μονογενὴς θεός, οὐ πρωτότοκος κυρίως ὀνο μασθήσεται, ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν. 3.2.58 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεν νηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γὰρ λέγειν, ὅτι 20συνέζευκται20 πάντως 20τῇ γεννήσει20 τὸ 20πάθος20, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πά θους διαμένοι τὸ θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη, τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα 3.2.59 μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἡ γέννησις ἡμᾶς εἰς τὴν ἀλη θινήν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις καὶ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον πρὸς τε λείωσιν αὔξησις καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν· ἡ δὲ ἑτέρα ἐκ τοῦ θεοῦ καὶ οὐράνιος καί, καθώς φησί που τὸ εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ τὰ αἵματος οὐ παραδέχεται πάθη; ἢ τολ μησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ 3.2.60 μὴ εἶναι τὴν ἄνωθεν γέννησιν ἢ διὰ πάθους εἶναι. ἀλλὰ μὴν καὶ εἶναι συντίθενται καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν. οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέ φυκεν, ἀλλ' ἐμπαθὴς μὲν ἡ ὑλική, καθαρὰ δὲ πάθους ἡ ἄϋλος. τίς οὖν ἡ ἀνάγκη τὰ τῆς σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ υἱοῦ γεννήσει προστρίβεσθαι καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειό 3.2.61 τητος τὸν υἱὸν ἀποκλείειν; εἰ γὰρ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς, ἀλλ' ἡ μὲν διὰ σαρκὸς ἐμπαθῶς, ἡ δὲ πνευματικὴ καθαρῶς, καὶ οὐκ ἄν τις ἀντ είποι τῷ λόγῳ τῶν καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμου μένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου