189
χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐπωνυμίαν ἐκτήσατο. 7.2.52 Τούτων οὕτως ἀποδεδειγμένων, καιρὸς ἐπισκέψασθαι, καὶ ἐξ ὁποίου γένους ἐξ ὁποίας τε Ἑβραίων· φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ' ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ· «βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεντὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸἸούδαν», καὶ τὰ ἑξῆς. 7.2.53 συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος, λέγων ἀφωρίσθαι «εἰς εὐαγγέλιον θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα». γένοιντο δ' ἂν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν. 7.3.1 ʹ. Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων. Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ ∆αβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» 7.3.2 Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ ∆αβίδ, τάδε εἴρηται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ», 7.3.3 καὶ αὖθις· «ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου, ἕως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου», 7.3.4 καὶ πάλιν· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα», 7.3.5 καὶ αὖθις· «καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ». ὅμοια δ' ἂν εἴη τούτοις καὶ τὰ δι' ὧν εἴρηται· «ὤμοσεν κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». 7.3.6 Σολομῶν παῖς μὲν ὢν τοῦ ∆αβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως, οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι. οὓς ἐπιστῆσαι καλόν, εἰ οἷοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα· «καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα», καὶ αὖθις μεθ' ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου ὡς ὁ ἥλιος καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ. 7.3.7 εἰ γὰρ δή τις τοὺς χρόνους ἐξετάσειεν τῆς τοῦ Σολομῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδὲ ἐφ' ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους. 7.3.8 ἀλλ' ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν, «εἰς τὸν αἰῶνα» καὶ «ὡς τὸν ἥλιον» καὶ «ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ» διαμενεῖν τὸν θρόνον αὐτοῦ θεσπίζουσαν; τὸ δὲ «καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν» πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατ' αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει; 7.3.9 ἄκουε δ' οὖν οἵαν κατηγορίαν αὐτοῦ καταλέγει· «καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπεν κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς», 7.3.10 καὶ ἐπιφέρει τούτοις· «καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ