190
εὐθεῖα μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν, εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησεν Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου», 7.3.11 καὶ αὖθις ἑξῆς ἐπάγει· «καὶ ἤγειρεν κύριος σατὰν τῷ Σολομῶνι τὸν Ἄδερ τὸν Ἰδουμαῖον». τὸν δὲ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὐτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ ∆αβίδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; Ἀλλ' οὐδὲ τῷ ∆αβὶδ ἐφαρμόζοι ἄν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται. 7.3.12 οὐκοῦν τὸν ἐκ σπέρματος ∆αβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. ἀλλ' οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γεγονὼς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὃς μόνος τῶν πώποτε ἐκ σπέρματος ∆αβὶδ βεβασιλευκότων καθ' ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς ∆αβὶδ κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογουμένως, καὶ τούτου γε μένει καὶ διαμενεῖ ἡ βασιλεία, εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῇ περὶ αὐτοῦ προφητείᾳ ἀκολούθως ἐπιδεικνυμένη. 7.3.13 εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοῦ θεοῦ λόγου τοῦ πάντων αἰώνων προϋφεστῶτος ἁγίου καὶ μονογενοῦς αὐτοῦ παιδός, ὃν ποικίλως ἐθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναί, καθ' οὗ ὄμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος ∆αβὶδ εἰς τὸν ἄπειρον αἰῶνα δοξάσειν· ὃ καὶ γέγονεν ὅτε ὁ λόγος, σὰρξ γενόμενος, τὸν ἐκ σπέρματος ∆αβὶδ ἀνείληφέν τε καὶ ἐθεοποίησεν. διὸ καὶ υἱὸν αὐτὸν ἀναγορεύει λέγων· «ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν», 7.3.14 καὶ πάλιν· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν». σαφῶς τοιγαροῦν ἐκ τούτων ὁ υἱὸς τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἔσεσθαι ∆αβὶδ ἀνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ ∆αβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ υἱῷ ∆αβίδ. δι' ὧν ἐναργῶς ὁ «πρωτότοκος πάσης κτίσεως», αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ, υἱὸς ἀνθρώπου γενήσεσθαι προεφητεύετο. 7.3.15 καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι' ὧν φησιν, ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ φάναι περὶ τοῦ σωτῆρος ἡμῶν· «οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». 7.3.16 καὶ μετὰ βραχέα δὲ ἐν τῷ αὐτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ ∆αβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προφητῶν». 7.3.17 ἀλλ' ὅτι μὲν τὸν ἐπηγγελμένον τῷ ∆αβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώπων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἱ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι' ὧν καὶ συνίσταται «ἐκ σπέρματος» γεγονὼς «∆αβὶδ κατὰ σάρκα». 7.3.18 τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἱ ἱεροὶ εὐαγγελισταί, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ' ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι ∆αβίδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλογίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότες, ἐπ' ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ' ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ οαʹ. «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως», 7.3.19 καὶ ἑξῆς ἐπιλέγει· «καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.