190
νηθέντι δείκνυσιν, ἡ δὲ τεχνικὴ κατασκευὴ δι' ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, γε γεννῆσθαι τὸν κύριον πολλαχῇ τῶν ἰδίων συγγραμμάτων ὁ 3.2.71 λογογράφος κατασκευάζων, ἄρα δι' ὧν ἀλλοτριοῖ τῆς τοῦ πατρὸς οὐσίας τὸν κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. εἰ γὰρ μήτε διὰ γεννήσεως μήτε διὰ κατα σκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται, ὅπερ ἂν δῷ εἶναι τὸν κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι' ἀμφοῖν τὸ κατ' οὐσίαν οἰκεῖον προσεμαρτύ ρησεν ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννω μένῳ τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας. 3.2.72 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τραπώμεθα. παραι τοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως εἰς πλῆθος ἀκούσιον προαγούσῃ τὸν λόγον. οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδρα μόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ' αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ συμπαρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας, ἢ πάντως πρὸς Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. 3.2.73 ὡς ἂν οὖν μηθέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος υἱοῦ τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσ κυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπί πτοντες, ἀναγκαίως προσδιατρίψωμεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· 20οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐν εργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυ τὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιή ματος καὶ κτίσματος προσηγορίας20· καὶ μετ' ὀλίγα· 20μόνος δὲ ὁ υἱός20, φησί, 20τῇ τοῦ πατρὸς ἐν εργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν 3.2.74 καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν20. τὰ μὲν οὖν εἰρημένα τοιαῦτα. ἡμεῖς δὲ πρῶτον μὲν τῶν ἐχθρῶν τὴν πρὸς ἑαυτοὺς μάχην κατανοήσωμεν, οἷόν τινες θεαταὶ πολεμίων γενόμενοι πρὸς ἀλλήλους στασιαζόντων, εἶθ' οὕτως ἀντιπαραδείξωμεν τὴν τῆς εὐσεβείας ἀλήθειαν. μόνος, φησίν, ὁ υἱὸς τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐν δὲ τοῖς πρὸ τούτου τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαί φησι, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν. 3.2.75 Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινέτας τούτου τοῦ δόγματος. ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ' αὐτοῦ τραπέντες οὐκ ἂν πλημμε λοῖεν εἰς τὸ λειπόμενον. ὁ πρότερος κατεσκεύαζε λόγος αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν. ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησίν, ἀκοινώνητον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐὰν τῷ πρώτῳ πιστεύ σωσι, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο 3.2.76 ῥέψωσι, κατὰ τῆς προτέρας ὑπολήψεως στήσονται. τίς αὐτοῖς διαλύσει τὴν μάχην, τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ, τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν, αὐτῆς τῆς ψυχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένης; ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα τὸ αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ ∆αβὶδ ὅτι ∆ιεσχίσθησαν καὶ οὐ κατε νύγησαν. ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν, ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορέων δίκην πρὸς τὸ 3.2.77 δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. ἤρεσεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν· εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν. μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον καὶ ἀρνεῖται τοῦ υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ