1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

191

καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», 7.3.20 καὶ μετὰ βραχέα φησίν· «ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν». 7.3.21 Ἐπειδὴ ἐπιγέγραπται «εἰς Σολομῶνα» ὁ ψαλμός, ὁ πρῶτος τοῦ ψαλμοῦ στίχος εἰς αὐτὸν ἂν ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοάμ, ὃς μετ' αὐτὸν ἐβασίλευσεν τοῦ Ἰσραήλ, ἀλλὰ τὸν «ἐκ σπέρματος» αὐτοῦ «κατὰ σάρκα» γενόμενον, τὸν Χριστὸν τοῦ θεοῦ. 7.3.22 ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνατὸν τὰ ἐν τῷ ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα, πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι' ὅλου τοῦ ψαλμοῦ, οἷον τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ τὸ «συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν», καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται; 7.3.23 διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ ψαλμοῦ λόγος «ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός» ἐπ' αὐτὸν ἐκεῖνον Σολομῶνα, ὁ ἐπιλέγων δὲ «καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως» ἐπὶ τὸν Σολομῶνος υἱόν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον οὐδ' ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσιν μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ, ἀλλ' οὐδ' ἐφ' ἕτερον τῶν μετὰ Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος ∆αβίδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ ∆αβὶδ χρηματίσαντα. 7.3.24 οὗτος δ' ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· τούτου γὰρ μόνου καὶ οὐδ' ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος «συμπαραμενεῖ τῷ ἡλίῳ», καὶ οὗτός γε ἀλλ' οὐδεὶς ἕτερος ἀνθρώπων «πρὸ τῆς σελήνης» καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέν τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν, εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι, κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνην παραμένουσαν μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης. 7.3.25 ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ' οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας. 7.3.26 παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθεν καθ' ὅλης τῆς οἰκουμένης. «Λιβάνου» δὲ ἐπινοουμένης τῆς Ἱερουσαλήμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ «καρπός», ἡ ἐξ ἐθνῶν ἐκκλησία, «ὑπὲρ τὸν Λίβανον» ἀρθήσεσθαι θεσπίζεται. 7.3.27 ἐπὶ σχολῆς δ' ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἄν, ἀλλ' οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ' αὐτὸν βασιλέων, ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλεῖον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ' ἐφ' ἑτέρας ἢ μόνης τῆς Ἰουδαίας γῆς. 7.3.28 ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,