191
συνανανεύουσιν, ὥσπερ αἱ τῶν σω μάτων σκιαὶ τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν, ὅπῃπερ ἂν ἐθέλῃ, πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεών, οὐ τὰ σώματα τῶν φαρ μακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφάς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. 3.2.78 περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν ὅτι βέβαιος αὐτοῖς ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους· ἐν ταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόν των πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν, τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ 3.2.79 τοῦ Κιρκαίου τούτου κρατῆρος. οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος εἰς δια φόρους δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι. καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν ἀγαπῶσιν ἔτι τὸν τῆς τοι αύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον καὶ οἷόν τινα καρπὸν κρανείας ἢ βάλανον τοὺς διαρριπτουμένους παρ' αὐτοῦ λό γους ὑποκεκυφότες ἐκλέγουσιν, συῶν δίκην πρὸς τὰ χαμαιρ ριφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψη λοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶ σιν, ἀλλὰ τὸ ἐπ' αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν, 3.2.80 οἷον δὴ ἂν ᾖ· καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα, τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν σύνεσιν τῆς ἀπάτης ἀποναρκή σαντα. δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθὸς ἐνσχεθῆναι, πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ· τὸ δ' ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλ κεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφοράν, πᾶσαν ὑπερβολὴν 3.2.81 δυστυχημάτων παρέρχεται. πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούωμεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον, ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώ τερον. οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαρ γίας ὑπήχθησαν ὄλεθρον, οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον, διά τινος ἀλόγου προσπαθείας ἀγα πῶντες τὸν ὄλεθρον. τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον ἢ τὸ λέγειν, ὅτι ὁ αὐτὸς καὶ ἐγεν νήθη καὶ κτίσμα ἐστὶ καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ υἱοῦ κλήσεως καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ υἱοῦ σημασίας; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.2.82 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν ἐξετα σθέντα διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρή σεως ἄρξασθαι. εἴρηται τοίνυν κατὰ τὴν ἀρχὴν παρὰ τοῦ Εὐνομίου ταῦτα· 20οὕτω δὲ τούτων διῃρημένων, εἰ κότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννή ματος καὶ ποιήματος καὶ κτίσματος προση 3.2.83 γορίας20. πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι ὅτι 20κυριωτάτην20 εἶναι καὶ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί, διὰ τού των προαγαγὼν τῶν ῥημάτων τὸν λόγον ὅτι 20πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας20. καὶ ἐν ταῦθα 20κυριωτάτην20 λέγει καὶ 20πρώτην20 τοῦ μονογενοῦς τὴν οὐσίαν. οὐκοῦν συνθέντες ἀφ' ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφη νάμενον, ὅτι 20ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων 3.2.84 οὐδὲ