192
ἡ φύσις διάφορος20. οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταὐτότητι τῶν προσηγοριῶν διεσήμαινεν ὁ ἑαυτῷ μαχό μενος. ἀλλ' ἐπειδὴ εἷς ἐν πατρὶ καὶ υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριω τάτην δὲ καὶ ταύτην εἶναί φησι. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμό ζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. οἷον ἄν θρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν, ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεικνύμενον· καὶ θεὸν ὡσαύτως εἴδωλόν τε καὶ δαιμόνιον καὶ κοιλίαν οἶδεν ὁ τῆς γραφῆς λόγος προσαγορεύειν, ἀλλ' οὐχὶ καὶ τὸ κύριον ἡ κλῆσις ἔχει, καὶ τὰ ἄλλα πάντα 3.2.85 κατὰ τὸν αὐτὸν τρόπον. βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται, ἀλλ' οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντα σίαν εἰπεῖν. ὥσπερ τοίνυν ἐπίσης ἐπὶ δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ τοῦ ἀνθρώπου προσαγορεύομεν, εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειε, δύο μὲν ἀνθρώπους ἴσως ἂν εἴποι τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ' ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν, οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ πα τρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν 20κυ ριωτάτην20 ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει τῇ ταὐτότητι τῶν ὀνομάτων σημάνειεν; 3.2.86 Ἀλλ' ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύ δους. διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ὑπὸ τοῦ Καϊάφα τὸ σωτήριον ὑπὲρ ἡμῶν τοῦ κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. οὐκοῦν εἰ κοινὸν ἐπ' ἀμφοτέρων τῆς οὐσίας τὸ 20κυριώτατον20, τοῦ πατρὸς λέγω καὶ τοῦ υἱοῦ, τίνα χώραν ἔχει τὸ 20παρηλ λάχθαι τὰς οὐσίας20 ἀλλήλων λέγειν; ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐν θεωρεῖται διαφορά, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παρα 3.2.87 δεχομένης ἐλάττωσιν; τὸ γὰρ ἀτελῶς ὄν, ὅτι περ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ' ἕκαστον θεωρουμένων οὐδέν, ὥστε ἡ κατ' οὐσίαν τοῦ πατρὸς ὑπεροχή, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ μονογενοῦς διελέγχει. εἰ οὖν ἀτελής, οὐ κυρία· εἰ δὲ 20κυριωτάτη20, καὶ τελεία πάντως· τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν οὐκ ἔχει. ἀλλ' οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, δια φοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατόν ἐστιν ἐπινοῆσαι· μία γὰρ ἐπ' ἀμφοῖν ὥσπερ ἐπὶ κανόνος ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι οὔτε ἀνωμαλοῦσα 3.2.88 τῷ πλεονάζοντι. τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγ ματος τοῦ Εὐνομίου συνηγορίαν ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν, μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδήν, ἀλλὰ τὴν πρὸς ἑαυτὸν μάχην. δι' ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ' ἑαυτοῦ τρέπει τὰ μηχα νήματα. ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ' αὐτῶν λόγος ἔχει. 3.2.89 Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων· 20εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. τίς οὐκ οἶδεν ὅτι τὸ χωρίζον ἀπὸ τῆς αἱρέσεως τὴν ἐκκλησίαν ἡ τοῦ κτίσματός ἐστι φωνὴ ἐπὶ τοῦ υἱοῦ λεγομένη; οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεικνύειν τῶν ἡμετέρων τὰς ἰδίας ὑπο λήψεις ἀληθεστέρας τί πράττειν εὐλογώτερον ἦν, κατα σκευάζειν δηλονότι τὸν ἴδιον λόγον, δι' ὧν οἷόν τε ἦν, ἀπο δεικνύντα κτιστὸν τὸν κύριον εἶναι δεῖν οἴεσθαι, ἢ τοῦτον παρέντα νομοθετεῖν τοῖς ἀκούουσιν ὡς ὁμολογούμενα τὰ 3.2.90 ἀμφιβαλλόμενα λέγειν; ἐγὼ μὲν ἐκεῖνό φημι· τάχα δὲ καὶ