1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

193

βασιλέα συνιέντα καὶ ποιοῦντα «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς» προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι ∆αβίδ· 7.3.40 πρόσσχες γὰρ ἐπιμελλῶς τῷ ἀνωτέρω μὲν «καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν», ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ «καὶ τὸν ∆αβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ». τίνι δὲ «αὐτῷ» ἢ τῷ ∆αβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν. 7.3.41 καὶ ὁ Ζαχαρίας δὲ περὶ τοῦ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ, λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη», καὶ πάλιν· «καλέσω τὸν δοῦλόν μου ἀνατολήν». ἀλλ' οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους ἀλλ' οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι καὶ συνιὼν βασιλεὺς καὶ ποιῶν «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς». 7.3.42 εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ· οὔτε γὰρ ἀπὸ γένους ∆αβὶδ οὗτος ἦν οὔτε ὡς βασιλεὺς ἐβα σίλευσεν. 7.3.43 πῶς δὲ ἐπ' ἐκεῖνον δύναται ἁρμόττειν τὸ «καὶ τὸν ∆αβὶδ βασιλέα ἀναστήσω αὐτῷ», ὁπότε φυλῆς μὲν ἦν Λευὶ τάξεως δ' ἀρχιερατικῆς καὶ γένους ἑτέρου παρὰ τὸν ∆αβίδ, βασιλεὺς δ' οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις «φῶς τοῦ κόσμου» καὶ «φῶς τῶν ἐθνῶν» ἀνηγορευμένον. 7.3.44 αὐτὸς τοιγαροῦν εἴη ἂν κἀνταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις· μόνος γὰρ ἐκ σπέρματος ∆αβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν ἐπεὶ ἑρμηνεύεται «δυνατὸς χειρί» χρηματίσας, «κρίμα καὶ δικαιοσύνην» διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξεν, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσεν τῆς οἰκουμένης, ἀλλ' ἐπὶ πᾶσαν τὴν γῆν καὶ μόνος ἀνέτειλεν δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». 7.3.45 «Ἰούδας» δὲ σωθησόμενος καὶ «Ἰσραὴλ» «ἐν ταῖς ἡμέραις αὐτοῦ» πάντες εἰσὶν οἱ τῇ δι' αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταί, ἢ καὶ πάντες οἱ «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν κατὰ διάνοιαν «ὁρῶντα θεόν», ἀποσῴζοντες 7.3.46 «οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν» φησὶν ὁ ἀπόστολος, «οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ τοῦ θεοῦ». τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶν κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου οὐδὲ τῷ τοῦ Ἰσραὴλ ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα. 7.3.47 «τοῦτο», γάρ φησιν, «τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκείμ», ὅπερ ἑρμηνεύεται «οἱ τοῦ θεοῦ δίκαιοι». ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶν τοὔνομα ἀπὸ τοῦ Ἰωσουέ· Ἰωσεδεκεὶμ γὰρ παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρὰ ἀνθρώποις μὲν ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἑβραίων φωνὴν καὶ παρ' αὐτοῖς καὶ τοῖς προφήταις ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι' αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ. 7.3.48 διὸ λέλεκται· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προ φήταις». ὁ δὴ οὖν μέλλων, φησίν, διὰ τοῦ προφητευομένου ... λαός, κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραήλ, ὀνομασθήσονται ἀπὸ τοῦ Ἰωσουὲ Ἰωσεδεκείμ. καὶ τούτῳ γε, φησίν, κληθήσονται τῷ προσρήματι οὐ παρὰ ἀνθρώποις, ἀλλὰ παρ' αὐτῷ τῷ θεῷ καὶ παρὰ τοῖς προφήταις αὐτοῦ. 7.3.49 ἐπιμελῶς γὰρ πρόσσχες τῷ λόγῳ φήσαντι· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις». μεταλαμβάνεται δέ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν «οἱ τοῦ θεοῦ δίκαιοι». 7.3.50 τούτων δὲ οὕτως σωθησομένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρῶν