193
πάντες, οἷς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρῶτον ἐπί τινος ἀναντιρρήτου βάσεως στήσαντας οὕτω τοῖς ἀκολούθοις ἐνα 3.2.91 γωνίζεσθαι. οὑτοσὶ τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρῆναι κτι στὸν αὐτὸν οἴεσθαι κατασκευὴν τὰ ἐφεξῆς διεξέρχεται, τῷ ἀνυποστάτῳ λήμματι τὴν τῶν λογισμῶν ἀκολουθίαν ἁρμό ζων, οἷόν τι πάσχουσιν οἱ ταῖς ματαίαις ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαθύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαχεόμενοι· οὐχ ὅπως ἂν γένοιτό τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν, ἀλλ' ὡς τούτου παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διά τινος ἡδονῆς τοῖς ἀνυπ 3.2.92 άρκτοις ἐπιπλανώμενοι. οὕτως ἡμῖν καὶ ὁ σοφὸς λογο γράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικὴν οὐκ οἶδα ὅπου κατακοιμίσας, πρὶν ἀποδεῖξαι περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύ την καὶ ἀκατάσκευον τοῦ καθ' ἑαυτὸν δόγματος φλυαρίαν οἷον διήγημά τι παροίνιον ἐκτιθέμενος. 3.2.93 Λέγει γὰρ 20τὴν ἐνεργείᾳ τοῦ πατρὸς ὑπο στᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίαν20. τίς ἀπέδειξε λόγος ἐνεργείᾳ τινὶ κατασκευαστικῇ τὸν υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ υἱοῦ μεῖναι; τὸ γὰρ ἀμφιβαλλόμενόν τε καὶ ζητούμενον τοῦτο ἦν, εἴτε ἡ οὐσία τοῦ πατρὸς ἐγέν νησε τὸν υἱὸν εἴτε τι τῶν ἔξωθεν παρεπομένων τῇ φύσει 3.2.94 τοῦτον εἰργάσατο. τῆς τοίνυν ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς θεὸν εἶναι τὸν μονογενῆ πιστευούσης, τὴν δὲ <τῆς> πολυθεΐας δεισιδαιμονίαν βδελυσσομένης καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ τῇ παραλλαγῇ τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεό τητες πίπτοιεν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὴν πολυθεΐαν πάλιν ἐπεισάγειν τῷ βίῳ, ταῦτα τοίνυν τῆς ἐκκλησίας ἰδιω τικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ θεοῦ ἀληθινὸς θεὸς κατ' οὐσίαν ὁ μονογενής ἐστι θεός, τὸν ἀντιβαίνοντα τοῖς ἐγνωσμένοις πῶς ἀνατρέπειν ἔδει τὴν προειλημμένην ὑπόληψιν; οὐχὶ τῷ κατασκευάζειν τὸν ἀντι κείμενον λόγον, διά τινος ὁμολογουμένης ἀρχῆς συναποδει κνύοντα τὸ ἀμφίβολον; οὐκ ἂν οἶμαί τινα τῶν νοῦν ἐχόν 3.2.95 των ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. ἀλλ' οὗτος ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται καὶ ὡς ἀποδεδειγμένον τὸ ἀμφι βαλλόμενον ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ. ἀποδειχθέντος γὰρ πρότερον ὅτι διά τινος ἐνεργείας ὁ υἱὸς ὑπέστη, τίς ἂν ἦν μάχη πρὸς τὸ ἑπόμενον, τὸ εἰς ἑαυτὴν δέχεσθαι τὴν τοῦ ποιήματος προσηγορίαν λέγειν τὴν δι' ἐνεργείας τινὸς ὑποστᾶσαν οὐσίαν; ἕως δ' ἂν ἀκατάσκευον ᾖ τὸ προηγού μενον, πῶς ἰσχὺν ἔχει τὸ ἐφεπόμενον, εἰπάτωσαν οἱ τῆς 3.2.96 ἀπάτης συνήγοροι. καὶ γὰρ εἴ τις πτηνὸν γενέσθαι καθ' ὑπόθεσιν δοίη τὸν ἄνθρωπον, περὶ τῶν ἐφεξῆς οὐκέτι μα χήσεται. καὶ πτήσεται γάρ πως ὁ πτηνὸς γενόμενος καὶ ἄνω τῆς γῆς ἑαυτὸν ἀνάξει, μετάρσιος ἐπὶ πτερύγων δι' ἀέρος φερόμενος. ἀλλὰ σκεπτέον πῶς ἂν γένοιτο πτηνὸς ὁ τὴν φύσιν οὐ λαχὼν ἐναέριον, τούτου δὲ μὴ ὄντος, μάταιον 3.2.97 τὸ μετὰ τοῦτο διεξιέναι. κἀκεῖνος τοίνυν τουτὶ πρῶτον ἐπι δειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδ ωνύμῳ πατρί, ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. ταῦτα πρῶτον ὡς ψευδῆ διελεγξάτω, καὶ τότε περὶ τῶν ἀκολού θων διεξιὼν πιθανὸς ἔσται. ἕως δ' ἂν τὸ πρῶτον ἀναπό 3.2.98 δεικτον ᾖ, φλυαρίας ἐστὶν ἐμφιλοχωρεῖν τοῖς δευτέροις. καί μοι μηδεὶς ὑποκρουέτω καὶ τὸ παρ' ἡμῶν διομολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ πατρόθεν ἥκειν πρὸς ἡμᾶς τὴν παρά δοσιν, οἷόν τινα κλῆρον δι' ἀκολουθίας ἐκ τῶν ἀποστόλων 3.2.99 διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα. οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα πολλῆς ἂν δέ οιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κονιορτώδεις τῶν ἀνθρώπων καὶ εὐριπίστους, ἀλλὰ