194
δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοῖς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτούς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως. 7.3.51 παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον· «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν». ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον· «τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ' ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν». 7.3.52 ἀλλ' ὅτι μὲν «ἐκ καρποῦ τῆς κοιλίας» ∆αβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ «ἐκ ῥίζης Ἰεσσαὶ» ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι τε μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ ∆αβὶδ αὐτὸν ὀνομάζουσιν οἱ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ ἐκ φυλῆς Ἰούδα λέγεται προελεύσεσθαι οὐδ' ἂν ζητηθείη, τῷ μηδ' ἑτέρας ἢ τῆς δηλωθείσης φυλῆς καὶ αὐτὸν εἶναι τὸν ∆αβίδ. γένοιτο δ' ἂν ἐκ περιουσίας καὶ τούτου παραστατικὸν τὸ παρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον· 7.3.53 ιʹ. Ἀπὸ τῆς Γενέσεως. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ μοι υἱὲ ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» 7.3.54 ∆ώδεκα φυλῶν παρ' Ἑβραίοις οὐσῶν, δι' ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονεν καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ καὶ παραθείης τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον. 7.3.55 ἡ μὲν γὰρ ἔλεγεν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησομένου τὸ «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «ἐνευλογηθήσονται ἐν αὐτῷ» «πάντα τὰ ἔθνη», ἡ δὲ μετὰ χεῖρας παραπλησίως· «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». 7.3.56 εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἱ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγεν τῇ τοῦ Ἰακὼβ προρρήσει. 7.3.57 οὐκοῦν κἀνταῦθα ὁ Χριστὸς δηλούμενος καὶ οὐδὲ ἄλλος ἐκ φυλῆς Ἰούδα ... προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ ∆αβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδηλοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο· 7.3.58 παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ ∆αβίδ, τοῦ δὲ ∆αβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα. εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεντὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸἸούδαν», καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων, καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπληρώσεως. 8.Pin.t Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 8.Pin.1 Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τῆς Γενέσεως. βʹ. Ἀπὸ τοῦ ∆ανιήλ. γʹ. Ἀπὸ τοῦ