194
καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηκότας ταῖς διανοίαις προσάγεσθαι· ἕως δ' ἂν ἀκατάσκευος αὐτοῖς καὶ ἀναπόδεικτος ὁ λόγος προφέρηται, τίς οὕτως ἠλίθιος καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ τῶν καθεξῆς ἐν ταῖς ἐκκλησίαις διαλαμψάντων ἀσθενεστέραν τὴν διδασκαλίαν τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι; 3.2.100 Ἴδωμεν δὲ καὶ τὸ δυσφωρατότατον τῆς ἀγχινοίας τοῦ λογογράφου, ὅπως τῇ περιουσίᾳ τῆς διαλεκτικῆς ἐμπειρίας πρὸς τοὐναντίον εὐμηχάνως τοὺς ἀκεραιοτέρους ἐφέλκεται. προσέρριψε τῇ τοῦ 20ποιήματος20 καὶ 20κτίσματος20 προσ ηγορίᾳ καὶ τὴν φωνὴν τοῦ 20γεννήματος20, εἰπὼν εἰς ἑαυτὴν δέχεσθαι τὰ ὀνόματα ταῦτα τοῦ υἱοῦ τὴν οὐσίαν, καὶ ὥσπερ ἐν μεθυόντων συνεδρίῳ δημηγορῶν οἴεται μηδενὶ κατά φωρον ἑαυτοῦ τὴν περὶ τὸ δόγμα κακουργίαν γενήσεσθαι. τῷ γὰρ συνάψαι τὸ γέννημα τῷ κτίσματί τε καὶ τῷ ποιή ματι ἐκκλέπτειν ἡγεῖται τὴν κατὰ τὸ σημαινόμενον τῶν ὀνομάτων διαφορὰν διὰ τῆς τῶν ἀκοινωνήτων συντάξεως. 3.2.101 ταῦτα τὰ σοφὰ τῆς διαλεκτικῆς μηχανήματα. ἀλλ' ἡμεῖς οἱ ἰδιῶται τῷ λόγῳ τὸ μὲν εἶναι τοῦτο κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν, ὅπερ ὁ λόγος περὶ ἡμῶν δείκνυσιν, οὐκ ἀρνούμεθα, ὠτία δέ, καθώς φησιν ὁ προφήτης, κατηρ τίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύνετον ὁμολογοῦμεν. διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινομένων σύγχυσιν ὑπαγόμεθα· ἀλλὰ κἂν ὁ μέγας ἀπόστολος κατὰ ταὐτὸν ὀνομάσῃ ξύλα καὶ χόρτον καὶ καλάμην χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους, καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαίου συλ λογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατωνομασμένων 3.2.102 ἰδιαζόντως οὐκ ἀγνοήσομεν. οὕτω καὶ νῦν 20γεννήματος καὶ ποιήματος20 κατὰ ταὐτὸν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαινόμενα μεταβάντες οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν· ἄλλο γάρ τι τὸ κτίσμα καὶ ἕτερον σημαίνει τὸ γέννημα, ὥστε κἂν ἐκεῖνος μιγνύῃ τὰ ἄμικτα, ὁ συνετὸς ἀκροατὴς διακεκριμένως ἀκού σεται καὶ δείξει τῶν ἀδυνάτων εἶναι τὴν τοῦ γεννήματος καὶ τὴν τοῦ κτίσματος προσηγορίαν μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέχεσθαι. εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον, ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα, καὶ τὸ ἔμπαλιν, εἰ γέννημα λέγοιτο, ἀλ λοτριοῦσθαι τῆς ἐπωνυμίας τοῦ κτίσματος. 3.2.103 Ἀλλά φησιν ὁ Εὐνόμιος 20εἰς ἑαυτὴν δέχεσθαι τοῦ υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. μή τι διὰ τῶν ὑπολοίπων κατησφαλίσατο τὸν ἀκέφαλον τοῦτον καὶ ἄρριζον λόγον (ὡς οὐδεμία διὰ τῶν πρώτων κατε βλήθη πρὸς τὸ κατασκευαζόμενον δύναμις) ἢ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπό τινος τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὴν ἰσχὺν προσλαβόντα, ἀλλὰ διεξο δικήν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῆς τῶν ὀνείρων διη 3.2.104 γήσεως τὴν τῆς βλασφημίας ἔκθεσιν ἔχοντα; λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα ὅτι 20ἀμεσίτευτον μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σῴ ζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιη κότα καὶ κτίσαντα σχέσιν20. εἰ γὰρ τὸ ἀμεσίτευτόν τε καὶ ἀμέριστον καταλιπόντες αὐτὴν ἐφ' ἑαυτῆς θεωρή σαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρῶδες τῆς διδασκαλίας δι' οὐδενὸς ἰσχυροποιούμενον λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσρίπτεται. 20τὸν γεγεννηκότα20, φησί, 20καὶ κτίσαντα καὶ ποιή 3.2.105 σαντα20. ταῦτα κἂν τρία δοκῇ, δύο νοημάτων περιέχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔννοιαν. τὸ γὰρ ποιῆσαι τῷ κτίσαι ταὐτόν ἐστιν, ἕτερον δὲ παρὰ τὰ εἰρημένα ἡ γέννησις. τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως πρὸς διαφόρους ἐννοίας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τίς ἡμῖν ἐπέδειξε λόγος ταὐτὸν εἶναι τῇ γεννήσει τὸ ποίημα, ἵνα τὴν μίαν 3.2.106 οὐσίαν τῇ τῶν ῥημάτων διαφορᾷ προσαρμόσωμεν; ἕως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων καὶ μηδεὶς εὑρίσκηται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις, οὐκ