195
Μιχαία. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. Εὐαγγελικῆς ἀποδείξεως τόμος ηʹ. Ἀποδείξαντες δι' ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ' Ἑβραίοις προφητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν καὶ οὐδ' ἄλλος ὁ τῶν αἰώνων προϋφεστὼς υἱὸς τοῦ θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι. 8.Prooem.2 Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἱ ἱεραὶ γραφαί· τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρ' Ἑβραίοις διαπρεπόντων, δι' ὧν τὸ ἔθνος συνεκροτεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσιν, 8.Prooem.3 δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφήν, τῆς τε Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν. καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ' ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολιαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρείας ἀποστροφήν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ. 8.Prooem.4 ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους, ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται. 8.Prooem.5 τά γε μὴν αἴτια τοῦ μὴ πρότερον ἀλλὰ νῦν ἐπ' ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται. 8.Prooem.6 Πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκοτῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς δεινή τε ἀθεότης κατακρατοῦσα τοῦ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις μήτε πολιτείας μήτε νόμους μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι, ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ' εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ' ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσιν, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ' ἢ ἐκ τῆς τῶν καταδεεστέρων καταδυναστείας. 8.Prooem.7 ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνακινούμενοι, τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν, καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι, σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ' οἷοί τε ἦσαν ἀποδέχεσθαι. 8.Prooem.8 διόπερ οἱ μὲν αὐτῶν «ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» οἱ δὲ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία», ὡς ἐναλλάξαι «τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν». νεκρῶν δ' οὖν οἵδε ἀνδρῶν, δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων, εἰκόνας ἀνειδωλοποιήσαντες καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν. 8.Prooem.9 πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοῦ Χριστοῦ λόγον, τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν, τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις