195
ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἔννοιαν διασχισθῆναι. ἐπειδὴ γὰρ ἐφ' ἑαυτοῦ λεγόμενον τούτων ἑκάτερον ἰδιά ζουσαν ἔχει τὴν ἑρμηνείαν, ἀνάγκη πᾶσα οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεπινοεῖσθαι καὶ τὴν σχετικὴν 3.2.107 συζυγίαν. καὶ γὰρ τὰ λοιπὰ τῶν πρός τι λεγομένων οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα, ἀλλὰ κἂν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεζευγμένον ἀκούεται· οἷον δημιουργὸς δοῦλος φίλος υἱὸς καὶ τὰ τοιαῦτα. πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγορίας παρίστησιν, ἄμικτον ἔχοντα τὴν πρὸς τὸ ἑτερογενὲς κοινω 3.2.108 νίαν. οὔτε γὰρ τοῦ δημιουργοῦ τὸ ὄνομα τῷ υἱῷ συνέ ζευκται οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν οὔτε ὁ υἱὸς τὸν δεσπότην, ἀλλὰ φανερὰν καὶ διακεκριμένην τούτων ἑκάστου τὴν πρὸς τὸ κατάλληλον συζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον, τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. οὕτω τοίνυν καὶ τὸ γέννημα καὶ τὸ ποίημα πρός τι τὴν κυρίαν ἔμφασιν ἔχει. οὐκοῦν συνέ ζευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, ὁ δὲ κτίσας τῷ κτίσματι, καὶ δεῖ πάντως, εἴγε μὴ μέλλομεν σύγχυσίν τινα τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς ἐμποιεῖν, σῴζειν ἑκάστῳ τῶν πρός τι λεγομένων τὸ οἰκείως συσση μαινόμενον. 3.2.109 Φανερᾶς οὖν οὔσης τῆς τῶν λέξεων τούτων ἐννοίας πρὸς ὅ τι βλέπει, πῶς ὁ διὰ τῆς λογικῆς τεχνολογίας προ άγων τὰ δόγματα τὴν οἰκείαν τῶν πρός τι διάνοιαν ἐπὶ τῶν ὀνομάτων τούτων οὐ κατενόησεν, ἀλλ' ἁρμόζειν <δεῖν> οἴεται τῷ πεποιηκότι τὸ γέννημα καὶ τῷ γεγεννηκότι τὸ ποίημα, λέγων 20τοῦ υἱοῦ τὴν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας, ἀμέριστον δὲ σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα 3.2.110 σχέσιν20; τὸ γὰρ ἓν πρᾶγμα πρὸς διαφόρους σχέσεις κατα μερισθῆναι φύσιν οὐκ ἔχει, ἀλλ' ὁ μὲν υἱὸς τῷ πατρὶ προσ ωκείωται καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι, τὸ δὲ ποίημα πρὸς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχει· πλὴν εἰ μή τινα κατάχρησιν ἐν ἀδιαφόρῳ τινὶ συνηθείᾳ ῥημάτων κυριωτέραν ἡγοῖτό τις εἶναι τῆς προσφυοῦς σημασίας. 3.2.111 Τίσιν οὖν λογισμοῖς καὶ ποίαις κατασκευαῖς κατὰ τὴν ἄμαχον διαλεκτικὴν ἐκείνην εἰς τοὐναντίον τὰς δόξας τῶν πολλῶν μεταστήσας ταῦτα κατ' ἐξουσίαν διέξεισιν, ὅτι τοῦ ἐπὶ πάντων θεοῦ καὶ κτίστου καὶ πατρὸς νοουμένου τε καὶ λεγομένου ὁ υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτη δείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγό 3.2.112 μενος; τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννω μένων λεγούσης, τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως συνισταμένων, καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας πατέρα καὶ υἱὸν παραδεδωκότων, οὐ κτίστην καὶ ἔργον, ὡς ἂν μή τις γένοιτο παραφθορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα τὰ τῆς κατ' οὐσίαν οἰκειότητος τὸν μονογενῆ τοῦ πατρὸς ἀφο ρίζοντα, ὁ λέγων τῷ υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσ ηγορίαν ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιή ματος τὴν τοῦ υἱοῦ κλῆσιν προσφυῶς ἔχειν, ὥστε, εἰ ὁ υἱὸς κτίσμα καὶ ὁ οὐρανὸς υἱὸς καὶ τὰ καθ' ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσ 3.2.113 ηγορίᾳ κατονομάζεται. εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο υἱὸς ὀνομάζεται, ὁ αὐτὸς δώσει λόγος καὶ ἀμνὸν καὶ κύνα καὶ βάτραχον καὶ πάντα, ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ θεοῦ φύσεως εἶναι υἱὸς οὐκ ἔστιν οὐδὲ θεὸς