196
λέγεται, κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως υἱὸς διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως υἱός ἐστι καὶ θεὸς εἶναι 3.2.114 ὁμολογεῖται. ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. ἀλλ' ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν ὅτι κατὰ τὸν προφήτην φο βοῦνται φόβον ὅπου οὐκ ἔστι φόβος. εἰ γὰρ ἐπὶ τῶν ἀν θρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνιστα μένη, ἀλλ' ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος (τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύ ματος πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις), ἐπειδὴ διὰ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν 3.2.115 ἀπαθὲς ἐννοεῖν. ἀλλὰ τὰς τρεῖς ταύτας μετ' ἀλλήλων προσηγορίας συγχέας, ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο, συναρ πάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσ ηγορία ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιη μένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννή ματος, ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη καὶ τεχνική 3.2.116 τις ἀπόδειξις. μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανε ροῦσα τὸ ἀγνοούμενον ἀπόδειξις λέγεται, τὸ δὲ παραλογί ζεσθαι διὰ κακουργίας καὶ ὑπεκκλέπτειν τὸν ἔλεγχον καὶ συγχεῖν ἐν ταῖς ἐπιπολαίοις ἀπάταις τὴν διάνοιαν τῶν, καθώς φησιν ὁ ἀπόστολος, κατεφθαρμένων τὸν νοῦν οὐκ ἄν τις τῶν σωφρονούντων ἀπόδειξιν τεχνικὴν ὀνομάσειεν. 3.2.117 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν μετέλθωμεν. 20ἀμεσί τευτον20 δέ φησιν εἶναι 20τῆς οὐσίας τὴν γέννησιν καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννη 3.2.118 κότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν20. εἰ μὲν οὖν τὸ ἀμέριστόν τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐκ ἂν τῆς εὐσεβοῦς ὑπο λήψεως παρετράπη, ἐπεὶ καὶ παρ' ἡμῶν ὁμολογεῖται τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα συναφές τε καὶ ἀμεσίτευτον, ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενειρόμενον, ὃ μεταξὺ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικόν τι νόημα, μὴ αὐτὸ τὸ ἀκαρές τε καὶ ἄτομον, ὃ διχῇ τεμνομένου τοῦ χρόνου τῷ παρῳχηκότι τε καὶ τῷ μέλλοντι κατὰ τὸ ἐνεστὼς ἀμερῶς ἐφ' ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος μέρος γενέσθαι δυνά μενον διὰ τὸ εἶναι καθόλου ἀδιάστατόν τε καὶ ἄτομον καὶ ᾧπερ ἂν προστεθῇ ἀνεπίδηλον. τὸ οὖν καθαρῶς ἄμεσον 3.2.119 οὐδενὶ τοιούτῳ μεσιτεύεσθαι λέγομεν. οὐ γὰρ ἂν ἔτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειργόμενον· εἰ τοίνυν κἀκεῖνος ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ υἱοῦ τὴν γέννησιν μηδὲν τῶν εἰρημένων ἐπήνεγκε, τὴν εὐσεβῶς νοουμένην τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν ἐδογμάτιζεν. ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ' οἷς εἴρηκεν εὐθὺς ἐπήγαγεν ὅτι 20σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν20, ἐμόλυνε τοῖς δευτέροις τὰ πρότερα, τῷ καθαρῷ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπε 3.2.120 μέσας. δῆλον γὰρ ὅτι κἀκεῖ τὸ ἀμεσίτευτον οὐ πρὸς τὸ εὐσεβὲς βλέπει, ἀλλ' ὡς ἄν τις λέγοι μεταξὺ τοῦ ἥλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν, ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον, οὔπω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοίᾳ τινὶ τὴν σφύραν, <οὐ> δι' ἑτέρου τινὸς ὀργάνου, παρὰ τοῦ τεχνίτου πρώτην γενέσθαι καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα, ταῦτα καὶ περὶ τοῦ μονογενοῦς νοεῖν ἡ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογο 3.2.121 γράφον ἐνδείκνυται. καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἀτοπίαν τοῦ δόγματος ὁ Εὐνόμιος, ἀλλ' ἔστι καὶ ἐν τοῖς Θεογνώστῳ πεπονημένοις τὸ ἴσον εὑρεῖν, ὅς φησι τὸν θεὸν βουλόμενον τόδε τὸ πᾶν κατασκευάσαι πρῶτον τὸν υἱὸν οἷόν τινα κανόνα τῆς δημιουργίας