1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

197

καὶ αὐτὸς προσδοκία ἐθνῶν.» 8.1.3 Σκόπει δὴ πρῶτον, τίνα ἄρα φησὶν εἶναι «τὰ ἀποκείμενα αὐτῷ», καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας· γέγραπται γοῦν ὡς ἄρα εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· «καὶ ἔσῃ εὐλογητός, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς», 8.1.4 καὶ αὖθις· 8.1.4 «Ἀβραὰμ δέ», φησίν, «γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον· «καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς». ἔτι δὲ καὶ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται· «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ», καὶ ἑξῆς· «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». 8.1.5 καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεός· «ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται». 8.1.6 τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακώβ, παίδων αὐτῷ τὸν ἀριθμὸν γεγεννημένων δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας, περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ' ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχους ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων, ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι' αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα. 8.1.7 ἐπὶ δὲ τὸν τέταρτον ἐλθών, τὸν Ἰούδαν. ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν «βασιλεῖς ἐκ τῆς ὀσφύος» αὐτοῦ «ἐξελεύσονται» διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος, ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ὑποσχέσεις καθ' ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας. 8.1.8 ταῦτα οὖν ἅπαντα ἦν «τὰ ἀποκείμενα» τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ «βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται». διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη. 8.1.9 αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μωσέως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γάρ· «καὶ ἐλάλησεν κύριος πρὸς Μωσῆν καὶ Ἀαρών, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς τάγμα παρεμβολῆς υἱῶν Ἰούδα σὺν δυνάμει αὐτῶν». 8.1.10 καὶ ἑξῆς ἐπὶ τῶν «εἰς τὸν ἐγκαινισμὸν» τῆς σκηνῆς ἀναφερομένων· «εἶπεν κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ' ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδάβ, ἄρχων τῆς φυλῆς Ἰούδα». 8.1.11 καὶ ἐν τῇ βίβλῳ δὲ τῇ Ἰησοῦ τοῦ τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελίας κλήρῳ καὶ τῶν λοιπῶν φυλῶν διανεμηθεισῶν, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει. 8.1.12 ἀλλὰ καὶ «μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ λέγοντες, τίς ἀνα βήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπεν κύριος, Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ». σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τὴν τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται· «καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ», 8.1.13 καὶ πάλιν· «καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλήμ, καὶ κατελάβοντο αὐτήν», «καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ