1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

198

Χαναναίῳ», καὶ αὖθις· «καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ», καὶ ἑξῆς· «καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος», καὶ μετὰ ταῦτα· «καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ ἐν Βεθήλ, καὶ Ἰούδας μετ' αὐτῶν». 8.1.14 καὶ ἐν τῇ βίβλῳ δὲ τῶν κριτῶν τῶν διαφόρως κατὰ χρόνους προϊσταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἱ κριταί, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο· πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ ∆αβὶδ καὶ τῶν τούτου διαδόχων, ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων· μεθ' ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται «Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα», ὁ καὶ τὸν νεὼν ἐγείρας. 8.1.15 ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ' ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων. 8.1.16 πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλήν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξεν καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ' ὃν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται, καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος. 8.1.17 ἕως μὲν οὖν οὐδέπω διαλελοίπει «ἄρχων ἐξ Ἰούδα», οὐδὲ «ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῶν προφητειῶν οἱ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἡσαΐας «ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας», πρφητεύει. 8.1.18 ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ»καὶ Σοφονίας «ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα». ὁμοίωςδὲ καὶ Ἱερεμίας. ἀλλ' ὅτε ἐκλέλοιπεν «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισαν Ἰούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ, 8.1.19 τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος δεύτερος δὲ Τιβέριος μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται. 8.1.20 Τούτων ἡμῖν προτετηρημένων, καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου». δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἷς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους. 8.1.21 ἀλλ' ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασιν ταῖς λέξεσι τῆς θείας γραφῆς πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνὰς λεγούσης· «ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ' ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν». 8.1.22 σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καί, ὡς αὐτός φησιν, «ἐπ' ἐσχάτου τῶν ἡμερῶν». καὶ ἄλλως δὲ τὰ ὡς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσαιεν τῷ πρώτῳ ἐκείνῳ ἀνδρί. 8.1.23 οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν «οἱ