199
ἀδελφοί»· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ προσεκύνησαν «οἱ υἱοὶ τοῦ πατρός». μᾶλλον δ' ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας, μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσήφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησιν. 8.1.24 καὶ τὸ «ἀναπεσὼν» δὲ «ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος» μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν» τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γάρ, φησίν, οὐκ ἔσται, ἔστ' ἂν γένοιτο τόδε. 8.1.25 οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ «τὰ ἀποκείμενα» τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν. ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον· «οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν». 8.1.26 ἔνθα λεγομένου τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα», πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρός, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου» καὶ τὰ ἑξῆς ἐπ' ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ' οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς. 8.1.27 πρῶτος μὲν γὰρ Μωσῆς αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα ἀλλ' ἐκ τοῦ Λευὶ γεγονώς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ' ὃν ἦρξεν αὐτῶν ∆εββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαρὰκ ἐκ φυλῆς Νεφθαλείμ, μεθ' οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ' αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεέμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλών, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς ∆άν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί. 8.1.28 οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραήλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς ἦν Βενιαμίν. 8.1.29 πῶς οὖν τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», ὡς ἂν οἰηθείη τις, ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ' ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν ∆αβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ ∆αβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσιν διήρκεσαν, οὔτοι τοῦ παντὸς ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ' οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες. 8.1.30 μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους, ἐξ Ἰούδα τοῦ ∆αβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ' ὅλων φυλῶν ἐπὶ τῆς Ἱερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας. 8.1.31 κατ' αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τῶν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα ἀλλ' ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἱ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ' ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ ∆αβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι. 8.1.32 τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς,