199
αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ' ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ 3.2.139 βλάσφημον. λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνη θείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας· ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρα τροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομά ζομεν· ἐπὶ δὲ τῶν ἐν ἤθει κατ' ἀρετὴν καὶ κακίαν διαφε ρόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρ ηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ' ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χεί 3.2.140 ρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοι χείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντι στοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ' ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλ λαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θά νατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα. 3.2.141 Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς 20παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων20 ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ' ὡς τοῦ πατρὸς μὲν ὄντος κατὰ φύσιν, 3.2.142 τοῦ δὲ υἱοῦ παρηλλαγμένου τῆς φύσεως; ἢ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διερμηνεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διϊσχυρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ τὴν πρὸς τὰ τοι αῦτα πάντα τῷ τοιούτῳ τρόπῳ μάχην ἐνορᾷ ταῖς οὐσίαις, ὡς μὴ αὐτὰς μετ' ἀλλήλων συμβῆναι, τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύ ναμιν, καθώς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροι μιώδης σοφία ὅτι Ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ, τὴν ἰσοπαλῆ τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν καὶ τὴν κατ' ἀλλήλων φθορὰν διὰ τοῦ αἰνίγματος ἑρμηνεύουσα; ἢ κατ' οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παρ 3.2.143 αλλαγὴν καθορᾶν; οὐκοῦν εἰπάτω τὸ παρὰ ταῦτα νοού μενον. ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοι, κἂν τὰ συνήθη λέγῃ, ὅτι ὁ υἱὸς πρὸς τὸν γεγεννηκότα παρήλλακται· τούτῳ γὰρ καὶ μᾶλλον ἡ ἀτοπία τῶν παρ' αὐτοῦ λεγομένων ἐλέγχεται. τί γὰρ οὕτω προσφυῶς τε καὶ ἁρμοδίως ἄλλο ἄλλῳ ἐμφύεταί τε καὶ ἐναρμόζεται ὡς ἡ σχετικὴ πρὸς τὸν πατέρα τοῦ υἱοῦ σημασία; ἀπόδειξις δὲ τούτου ὅτι κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἑνὶ καὶ τὸ παρεθὲν συσσημαίνεται· οὕτως ἔγκειται καὶ ἐνήρμοσται τῷ ἑτέρῳ τὸ ἕτερον καὶ ἐν τῷ ἑνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ' ἑαυτοῦ νοη 3.2.144 θῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. τὸ δὲ παρηλλαγμένον ἐξ ἐναντίου τῷ ἁρμόζοντι πάντως καὶ νοεῖται καὶ λέγεται, οἷον ἡ σπάρτος πρὸς τὴν εὐθεῖαν ἁρμοδίως ἔχει, τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον οὐχ ἁρμόζεται, καὶ τοῖς μουσικοῖς σύνηθες τὴν συμφωνίαν τῶν τόνων ἁρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἔκτροπόν τε καὶ ἀπρόσ χορδον. οὐκοῦν ταὐτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον. 3.2.145 Εἰ οὖν παρήλλακται κατὰ τὸν τῆς αἱρέσεως λόγον πρὸς τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς θεοῦ φύσις, οὐδὲ ἁρμόζεται πάντως· τὸ δὲ ἀνάρμοστον οὐκ ἂν γένοιτο 3.2.146 ἐν ἐκείνῳ ᾧ ἐναρμοσθῆναι οὐ δύναται. ὥσπερ γὰρ μιᾶς οὔσης μορφῆς ἐπί τε τοῦ κηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ ὁ ἐκτυπωθεὶς